ἄπειμʼ· ὅπου δʼ ἂν ζῶ, κακὸς φανήσομαι.μὰ τὸν μετʼ ἄστρων Ζῆνʼ Ἄρη τε φοίνιον,ὃς τοὺς ὑπερτείλαντας ἐκ γαίας ποτὲΣπαρτοὺς ἄνακτας τῆσδε γῆς ἱδρύσατο.ἀλλʼ εἶμι καὶ στὰς ἐξ ἐπάλξεων ἄκρωνσφάξας ἐμαυτὸν σηκὸν ἐς μελαμβαθῆδράκοντος, ἔνθʼ ὁ μάντις ἐξηγήσατο,ἐλευθερώσω γαῖαν· εἴρηται λόγος.στείχω δέ, θανάτου δῶρον οὐκ αἰσχρὸν πόλειδώσων, νόσου δὲ τήνδʼ ἀπαλλάξω χθόνα.εἰ γὰρ λαβὼν ἕκαστος ὅ τι δύναιτό τιςχρηστὸν διέλθοι τοῦτο κἀς κοινὸν φέροιπατρίδι, κακῶν ἂν αἱ πόλεις ἐλασσόνωνπειρώμεναι τὸ λοιπὸν εὐτυχοῖεν ἄν.ἔβας ἔβας,ὦ πτεροῦσσα, γᾶς λόχευμανερτέρου τʼ Ἐχίδνας,Καδμείων ἁρπαγά,πολύφθορος πολύστονοςμειξοπάρθενος,δάιον τέρας,φοιτάσι πτεροῖςχαλαῖσί τʼ ὠμοσίτοις·Διρκαίων ἅ ποτʼ ἐκτόπων νέους πεδαίρουσʼἄλυρον ἀμφὶ μοῦσανὀλομέναν τʼ Ἐρινὺνἔφερες ἔφερες ἄχεα πατρίδιφόνια· φόνιος ἐκ θεῶνὃς τάδʼ ἦν ὁ πράξας.ἰάλεμοι δὲ ματέρων,ἰάλεμοι δὲ παρθένωνἐστέναζον οἴκοις·ἰηιήιον βοάν,ἰηιήιον μέλος,ἄλλος ἄλλʼ ἐπωτότυζεδιαδοχαῖς ἀνὰ πτόλιν.βροντᾷ δὲ στεναγμὸςἀχά τʼ ἦν ὅμοιος,ὁπότε πόλεος ἀφανίσειεν