πόλει παρασχεῖν φάρμακον σωτηρίας —ἄπειμι. χαίρεθʼ· εἷς γὰρ ὢν πολλῶν μέτατὸ μέλλον, εἰ χρή, πείσομαι· τί γὰρ πάθω;ἐπίσχες αὐτοῦ, πρέσβυ.μὴ ʼπιλαμβάνου.μεῖνον, τί φεύγεις;ἡ τύχη σʼ, ἀλλʼ οὐκ ἐγώ.φράσον πολίταις καὶ πόλει σωτηρίαν.βούλῃ σὺ μέντοι κοὐχὶ βουλήσῃ τάχα.καὶ πῶς πατρῴαν γαῖαν οὐ σῷσαι θέλω;θέλεις ἀκοῦσαι δῆτα καὶ σπουδὴν ἔχεις;ἐς γὰρ τί μᾶλλον δεῖ προθυμίαν ἔχειν;κλύοις ἂν ἤδη τῶν ἐμῶν θεσπισμάτων.πρῶτον δʼ ἐκεῖνο βούλομαι σαφῶς μαθεῖν,ποῦ ʼστιν Μενοικεύς, ὅς με δεῦρʼ ἐπήγαγεν;ὅδʼ οὐ μακρὰν ἄπεστι, πλησίον δὲ σοῦ.ἀπελθέτω νυν θεσφάτων ἐμῶν ἑκάς.ἐμὸς πεφυκὼς παῖς ἃ δεῖ σιγήσεται.βούλῃ παρόντος δῆτά σοι τούτου φράσω;κλύων γὰρ ἂν τέρποιτο τῆς σωτηρίας.ἄκουε δή νυν θεσφάτων ἐμῶν ὁδόν·ἃ δρῶντες ἂν σώσαιτε Καδμείων πόλινσφάξαι Μενοικέα τόνδε δεῖ σʼ ὑπὲρ πάτρας,σὸν παῖδʼ, ἐπειδὴ τὴν τύχην αὐτὸς καλεῖς.τί φῄς; τίνʼ εἶπας τόνδε μῦθον, ὦ γέρον;ἅπερ πέφυκε, ταῦτα κἀνάγκη σὲ δρᾶν.ὦ πολλὰ λέξας ἐν βραχεῖ χρόνῳ κακά.σοί γʼ, ἀλλὰ πατρίδι μεγάλα καὶ σωτήρια.οὐκ ἔκλυον, οὐκ ἤκουσα· χαιρέτω πόλις.ἁνὴρ ὅδʼ οὐκέθʼ αὑτός· ἐκνεύει πάλιν.χαίρων ἴθʼ· οὐ γὰρ σῶν με δεῖ μαντευμάτων.ἀπόλωλεν ἡ ἀλήθειʼ, ἐπεὶ σὺ δυστυχεῖς;ὦ πρός σε γονάτων καὶ γερασμίου τριχὸς —τί προσπίτνεις με; δυσφύλακτʼ αἰτῇ κακά.σίγα· πόλει δὲ τούσδε μὴ λέξῃς λόγους.ἀδικεῖν κελεύεις μʼ· οὐ σιωπήσαιμεν ἄν.τί δή με δράσεις; παῖδά μου κατακτενεῖς;ἄλλοις μελήσει ταῦτʼ, ἐμοὶ δʼ εἰρήσεται.ἐκ τοῦ δʼ ἐμοὶ τόδʼ ἦλθε καὶ τέκνῳ κακόν;ὀρθῶς μʼ ἐρωτᾷς κεἰς ἀγῶνʼ ἔρχῃ λόγων.