δεῦρʼ ἐκκομισθεὶς τῆς πάροιθεν ἡμέρας·κἀκεῖ γὰρ ἦν τις πόλεμος Εὐμόλπου δορός,οὗ καλλινίκους Κεκροπίδας ἔθηκʼ ἐγώ·καὶ τόνδε χρυσοῦν στέφανον, ὡς ὁρᾷς, ἔχωλαβὼν ἀπαρχὰς πολεμίων σκυλευμάτων.οἰωνὸν ἐθέμην καλλίνικα σὰ στέφη·ἐν γὰρ κλύδωνι κείμεθʼ, ὥσπερ οἶσθα σύ,δορὸς Δαναϊδῶν, καὶ μέγας Θήβαις ἀγών.βασιλεὺς μὲν οὖν βέβηκε κοσμηθεὶς ὅπλοιςἤδη πρὸς ἀλκὴν Ἐτεοκλῆς Μυκηνίδα·ἐμοὶ δʼ ἐπέσταλκʼ ἐκμαθεῖν σέθεν πάρα,τί δρῶντες ἂν μάλιστα σώσαιμεν πόλιν.Ἐτεοκλέους μὲν οὕνεκʼ ἂν κλῄσας στόμαχρησμοὺς ἐπέσχον· σοὶ δʼ, ἐπεὶ χρῄζεις μαθεῖν,λέξω. νοσεῖ γὰρ ἥδε γῆ πάλαι, Κρέον,ἐξ οὗ ʼτεκνώθη Λάιος βίᾳ θεῶνπόσιν τʼ ἔφυσε μητρὶ μέλεον Οἰδίπουν·αἵ θʼ αἱματωποὶ δεργμάτων διαφθοραὶθεῶν σόφισμα κἀπίδειξις Ἑλλάδι.ἃ συγκαλύψαι παῖδες Οἰδίπου χρόνῳχρῄζοντες, ὡς δὴ θεοὺς ὑπεκδραμούμενοι,ἥμαρτον ἀμαθῶς· οὔτε γὰρ γέρα πατρὶοὔτʼ ἔξοδον διδόντες, ἄνδρα δυστυχῆἐξηγρίωσαν· ἐκ δʼ ἔπνευσʼ αὐτοῖς ἀρὰςδεινάς, νοσῶν τε καὶ πρὸς ἠτιμασμένος.ἁγὼ τί οὐ δρῶν, ποῖα δʼ οὐ λέγων ἔπηἐς ἔχθος ἦλθον παισὶ τοῖσιν Οἰδίπου;ἐγγὺς δὲ θάνατος αὐτόχειρ αὐτοῖς, Κρέον·πολλοὶ δὲ νεκροὶ περὶ νεκροῖς πεπτωκότεςἈργεῖα καὶ Καδμεῖα μείξαντες βέληπικροὺς γόους δώσουσι Θηβαίᾳ χθονί.σύ τʼ ὦ τάλαινα συγκατασκάπτῃ πόλι,εἰ μὴ λόγοισι τοῖς ἐμοῖς τὶς πείσεται.ἐκεῖνο μὲν γὰρ πρῶτον ἦν, τῶν Οἰδίπουμηδένα πολίτην μηδʼ ἄνακτʼ εἶναι χθονός,ὡς δαιμονῶντας κἀνατρέψοντας πόλιν.ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τἀγαθοῦ,μίʼ ἔστιν ἄλλη μηχανὴ σωτηρίας.ἀλλʼ — οὐ γὰρ εἰπεῖν οὔτʼ ἐμοὶ τόδʼ ἀσφαλὲςπικρόν τε τοῖσι τὴν τύχην κεκτημένοις