θάλλει παίδωνΟἰδιπόδα κατὰ δώματα καὶ πόλιν.οὐ γὰρ ὃ μὴ καλὸν οὔποτʼ ἔφυ καλόν,οὐδʼ οἱ μὴ νόμιμοιπαῖδες ματρὶ λόχευμα, μίασμα πατρός·ἣ δὲ συναίμονος ἐς λέχος ἦλθεν.ἔτεκες, ὦ Γαῖʼ, ἔτεκές ποτε,βάρβαρον ὡς ἀκοὰν ἐδάην ἐδάην ποτʼ ἐν οἴκοις,τὰν ἀπὸ θηροτρόφου φοινικολόφοιο δράκοντοςγένναν ὀδοντοφυῆ, Θήβαις κάλλιστον ὄνειδος·Ἁρμονίας δέ ποτʼ εἰς ὑμεναίουςἤλυθον οὐρανίδαι, φόρμιγγί τε τείχεα Θήβαςτᾶς Ἀμφιονίας τε λύρας ὕπο πύργος ἀνέσταδιδύμων ποταμῶν πόρον ἀμφὶ μέσον,Δίρκα χλοεροτρόφον ᾇ πεδίονπρόπαρ Ἰσμηνοῦ καταδεύει·Ἰώ θʼ, ἁ κερόεσσα προμάτωρ,Καδμείων βασιλῆας ἐγείνατο,μυριάδας δʼ ἀγαθῶν ἑτέροις ἑτέ-ρας μεταμειβομένα πόλις ἅδʼ ἐπʼ ἄκροις ἕστακʼἈρηΐοις στεφάνοισιν.ἡγοῦ πάροιθε, θύγατερ· ὡς τυφλῷ ποδὶὀφθαλμὸς εἶ σύ, ναυβάταισιν ἄστρον ὥς·δεῦρʼ ἐς τὸ λευρὸν πέδον ἴχνος τιθεῖσʼ ἐμόν,πρόβαινε, μὴ σφαλῶμεν· ἀσθενὴς πατήρ·κλήρους τέ μοι φύλασσε παρθένῳ χερί,οὓς ἔλαβον οἰωνίσματʼ ὀρνίθων μαθὼνθάκοισιν ἐν ἱεροῖσιν, οὗ μαντεύομαι.τέκνον Μενοικεῦ, παῖ Κρέοντος, εἰπέ μοιπόση τις ἡ ʼπίλοιπος ἄστεως ὁδὸςπρὸς πατέρα τὸν σόν· ὡς ἐμὸν κάμνει γόνυ,πυκνὴν δὲ βαίνων ἤλυσιν μόλις περῶ.θάρσει· πέλας γάρ, Τειρεσία, φίλοισι σοῖςἐξώρμισαι σὸν πόδα· λαβοῦ δʼ αὐτοῦ, τέκνον·ὡς πᾶσʼ ἀπήνη πούς τε πρεσβύτου φιλεῖχειρὸς θυραίας ἀναμένειν κουφίσματα.εἶἑν, πάρεσμεν· τί με καλεῖς σπουδῇ, Κρέον;οὔπω λελήσμεθʼ· ἀλλὰ σύλλεξαι σθένοςκαὶ πνεῦμʼ ἄθροισον, αἶπος ἐκβαλὼν ὁδοῦ.κόπῳ παρεῖμαι γοῦν Ἐρεχθειδῶν ἄπο