ἤνπερ κρατήσῃ τἀμά, Πολυνείκους νέκυνμήποτε ταφῆναι τῇδε Θηβαίᾳ χθονί,θνῄσκειν δὲ τὸν θάψαντα, κἂν φίλων τις ᾖ.σοὶ μὲν τάδʼ εἶπον· προσπόλοις δʼ ἐμοῖς λέγω·ἐκφέρετε τεύχη πάνοπλά τʼ ἀμφιβλήματα,ὡς εἰς ἀγῶνα τὸν προκείμενον δορὸςὁρμώμεθʼ ἤδη ξὺν δίκῃ νικηφόρῳ.τῇ δʼ Εὐλαβείᾳ, χρησιμωτάτῃ θεῶν,προσευχόμεσθα τήνδε διασῷσαι πόλιν.ὦ πολύμοχθος Ἄρης, τί ποθʼ αἵματικαὶ θανάτῳ κατέχῃ Βρομίου παράμουσος ἑορταῖς;οὐκ ἐπὶ καλλιχόροις στεφάνοισι νεάνιδος ὥραςβόστρυχον ἀμπετάσας λωτοῦ κατὰ πνεύματα μέλπῃμοῦσαν, ἐν ᾇ χάριτες χοροποιοί,ἀλλὰ σὺν ὁπλοφόροις στρατὸν Ἀργείων ἐπιπνεύσαςαἵματι Θήβαςκῶμον ἀναυλότατον προχορεύεις.οὐδʼ ὑπὸ θυρσομανεῖ νεβρίδων μέτα δίνᾳ,ἅρμασι καὶ ψαλίων τετραβάμοσι μωνυχοπώλωνἱππείαις ἐπὶ χεύμασι βαίνωνἸσμηνοῖο θοάζεις, Ἀργείοις ἐπιπνεύσαςΣπαρτῶν γένναν,ἀσπιδοφέρμονα θίασον ἐνόπλιον,ἀντίπαλον κατὰ λάινα τείχεαχαλκῷ κοσμήσας.ἦ δεινά τις Ἔρις θεός, ἃ τάδεμήσατο πήματα γᾶς βασιλεῦσιν,Λαβδακίδαις πολυμόχθοις.ὦ ζαθέων πετάλων πολυθηρότα-τον νάπος, Ἀρτέμιδος χιονοτρόφον ὄμμα Κιθαιρών,μήποτε τὸν θανάτῳ προτεθέντα, λόχευμʼ Ἰοκάστας,ὤφελες Οἰδιπόδαν θρέψαι, βρέφος ἔκβολον οἴκων,χρυσοδέτοις περόναις ἐπίσαμον·μηδὲ τὸ παρθένιον πτερόν, οὔρειον τέρας, ἐλθεῖνπένθεα γαίαςΣφιγγὸς ἀμουσοτάταισι σὺν ᾠδαῖς,ἅ ποτε Καδμογενῆ τετραβάμοσι χαλαῖςτείχεσι χριμπτομένα φέρεν αἰθέρος εἰς ἄβατον φῶςγένναν, ἃν ὁ κατὰ χθονὸς ἍιδαςΚαδμείοις ἐπιπέμπει· δυσδαίμων δʼ ἔρις ἄλλα