ἐγὼ δʼ ἔριν λύουσʼ ὑπόσπονδον μολεῖνἔπεισα παιδὶ παῖδα πρὶν ψαῦσαι δορός.ἥξειν δʼ ὁ πεμφθείς φησιν αὐτὸν ἄγγελος.ἀλλʼ, ὦ φαεννὰς οὐρανοῦ ναίων πτυχὰςΖεῦ, σῶσον ἡμᾶς, δὸς δὲ σύμβασιν τέκνοις.χρὴ δʼ, εἰ σοφὸς πέφυκας, οὐκ ἐᾶν βροτὸντὸν αὐτὸν αἰεὶ δυστυχῆ καθεστάναι.ὦ κλεινὸν οἴκοις Ἀντιγόνη θάλος πατρί,ἐπεί σε μήτηρ παρθενῶνας ἐκλιπεῖνμεθῆκε μελάθρων ἐς διῆρες ἔσχατονστράτευμʼ ἰδεῖν Ἀργεῖον ἱκεσίαισι σαῖς,ἐπίσχες, ὡς ἂν προυξερευνήσω στίβον,μή τις πολιτῶν ἐν τρίβῳ φαντάζεται,κἀμοὶ μὲν ἔλθῃ φαῦλος ὡς δούλῳ ψόγος,σοὶ δʼ ὡς ἀνάσσῃ· πάντα δʼ ἐξειδὼς φράσωἅ τʼ εἶδον εἰσήκουσά τʼ Ἀργείων πάρα,σπονδὰς ὅτʼ ἦλθον σῷ κασιγνήτῳ φέρωνἐνθένδʼ ἐκεῖσε, δεῦρό τʼ αὖ κείνων πάρα.ἀλλʼ οὔτις ἀστῶν τοῖσδε χρίμπτεται δόμοις,κέδρου παλαιὰν κλίμακʼ ἐκπέρα ποδί·σκόπει δὲ πεδία καὶ παρʼ Ἰσμηνοῦ ῥοὰςΔίρκης τε νᾶμα πολεμίων στράτευμʼ ὅσον.ὄρεγέ νυν ὄρεγε γεραιὰν νέᾳχεῖρʼ ἀπὸ κλιμάκωνποδὸς ἴχνος ἐπαντέλλων.ἰδοὺ ξύναψον, παρθένʼ· ἐς καιρὸν δʼ ἔβης·κινούμενον γὰρ τυγχάνει Πελασγικὸνστράτευμα, χωρίζουσι δʼ ἀλλήλων λόχους.ἰὼ πότνια παῖΛατοῦς Ἑκάτα, κατάχαλκον ἅπανπεδίον ἀστράπτει.οὐ γάρ τι φαύλως ἦλθε Πολυνείκης χθόνα,πολλοῖς μὲν ἵπποις, μυρίοις δʼ ὅπλοις βρέμων.ἆρα πύλαι κλῄθροις — χαλκόδετʼ ἆρʼ ἔμβολαλαϊνέοισιν Ἀμφίονος ὀργάνοιςτείχεος ἥρμοσται;θάρσει· τά γʼ ἔνδον ἀσφαλῶς ἔχει πόλις.ἀλλʼ εἰσόρα τὸν πρῶτον, εἰ βούλῃ μαθεῖν.τίς οὗτος ὁ λευκολόφας,πρόπαρ ὃς ἁγεῖται στρατοῦ πάγχαλκον ἀσπίδʼ