ὃ δʼ εἷρπʼ ἄναυδος, μέγα φρονῶν. πῶλοι δέ νινχηλαῖς τένοντας ἐξεφοίνισσον ποδῶν.ὅθεν — τί τἀκτὸς τῶν κακῶν με δεῖ λέγειν; —παῖς πατέρα καίνει καὶ λαβὼν ὀχήματαΠολύβῳ τροφεῖ δίδωσιν. ὡς δʼ ἐπεζάρειΣφὶγξ ἁρπαγαῖσι πόλιν ἐμός τʼ οὐκ ἦν πόσις,Κρέων ἀδελφὸς τἀμὰ κηρύσσει λέχη,ὅστις σοφῆς αἴνιγμα παρθένου μάθοι,τούτῳ ξυνάψειν λέκτρα. τυγχάνει δέ πωςμούσας ἐμὸς παῖς Οἰδίπους Σφιγγὸς μαθών·ὅθεν τύραννος τῆσδε γῆς καθίσταταικαὶ σκῆπτρʼ ἔπαθλα τῆσδε λαμβάνει χθονός.γαμεῖ δὲ τὴν τεκοῦσαν οὐκ εἰδὼς τάλαςοὐδʼ ἡ τεκοῦσα παιδὶ συγκοιμωμένη.τίκτω δὲ παῖδας παιδὶ δύο μὲν ἄρσενας,Ἐτεοκλέα κλεινήν τε Πολυνείκους βίαν,κόρας τε δισσάς· τὴν μὲν Ἰσμήνην πατὴρὠνόμασε, τὴν δὲ πρόσθεν Ἀντιγόνην ἐγώ.μαθὼν δὲ τἀμὰ λέκτρα μητρῴων γάμωνὁ πάντʼ ἀνατλὰς Οἰδίπους παθήματαἐς ὄμμαθʼ αὑτοῦ δεινὸν ἐμβάλλει φόνον,χρυσηλάτοις πόρπαισιν αἱμάξας κόρας.ἐπεὶ δὲ τέκνων γένυς ἐμῶν σκιάζεται,κλῄθροις ἔκρυψαν πατέρʼ, ἵνʼ ἀμνήμων τύχηγένοιτο πολλῶν δεομένη σοφισμάτων·ζῶν δʼ ἔστʼ ἐν οἴκοις. πρὸς δὲ τῆς τύχης νοσῶνἀρὰς ἀρᾶται παισὶν ἀνοσιωτάτας,θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τόδε.τὼ δʼ ἐς φόβον πεσόντε, μὴ τελεσφόρουςεὐχὰς θεοὶ κραίνωσιν οἰκούντων ὁμοῦ,ξυμβάντʼ ἔταξαν τὸν νεώτερον πάροςφεύγειν ἑκόντα τήνδε Πολυνείκη χθόνα,Ἐτεοκλέα δὲ σκῆπτρʼ ἔχειν μένοντα γῆς,ἐνιαυτὸν ἀλλάσσοντε. ἐπεὶ δʼ ἐπὶ ζυγοῖςκαθέζετʼ ἀρχῆς, οὐ μεθίσταται θρόνων,φυγάδα δʼ ἀπωθεῖ τῆσδε Πολυνείκη χθονός.ὃ δʼ Ἄργος ἐλθών, κῆδος Ἀδράστου λαβών,πολλὴν ἀθροίσας ἀσπίδʼ Ἀργείων ἄγει·ἐπʼ αὐτὰ δʼ ἐλθὼν ἑπτάπυλα τείχη τάδε,πατρῷʼ ἀπαιτεῖ σκῆπτρα καὶ μέρη χθονός.