ἀμφὶ βραχίονι κουφίζων;λοχαγός, ὦ δέσποινα.τίς, πόθεν γεγώς;αὔδασον, ὦ γεραιέ, τίς ὀνομάζεται;οὗτος Μυκηναῖος μὲν αὐδᾶται γένος,Λερναῖα δʼ οἰκεῖ νάμαθʼ, Ἱππομέδων ἄναξ.ἒ ἒ ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν,γίγαντι γηγενέτᾳ προσόμοιοςἀστερωπὸς ἐν γραφαῖσιν, οὐχὶ πρόσφοροςἁμερίῳ γέννᾳ.τὸν δʼ ἐξαμείβοντʼ οὐχ ὁρᾷς Δίρκης ὕδωρ;ἄλλος ἄλλος ὅδε τευχέων τρόπος.τίς δʼ ἐστὶν οὗτος;παῖς μὲν Οἰνέως ἔφυΤυδεύς, Ἄρη δʼ Αἰτωλὸν ἐν στέρνοις ἔχει.οὗτος ὁ τᾶς Πολυνείκεος,ὦ γέρον, αὐτοκασιγνήτᾳ νύμφαςὁμόγαμος κυρεῖ;ὡς ἀλλόχρως ὅπλοισι, μειξοβάρβαρος.σακεσφόροι γὰρ πάντες Αἰτωλοί, τέκνον,λόγχαις τʼ ἀκοντιστῆρες εὐστοχώτατοι.σὺ δʼ, ὦ γέρον, πῶς αἰσθάνῃ σαφῶς τάδε;σημεῖʼ ἰδὼν τότʼ ἀσπίδων ἐγνώρισα,σπονδὰς ὅτʼ ἦλθον σῷ κασιγνήτῳ φέρωνἃ προσδεδορκὼς οἶδα τοὺς ὡπλισμένους.τίς δʼ οὗτος ἀμφὶ μνῆμα τὸ Ζήθου περᾷκαταβόστρυχος, ὄμμασι γοργὸςεἰσιδεῖν νεανίας,λοχαγός, ὡς ὄχλος νιν ὑστέρῳ ποδὶπάνοπλος ἀμφέπει;ὅδʼ ἐστὶ Παρθενοπαῖος, Ἀταλάντης γόνος.ἀλλά νιν ἁ κατʼ ὄρη μετὰ ματέροςἌρτεμις ἱεμένα τόξοις δαμάσασʼ ὀλέσειεν,ὃς ἐπʼ ἐμὰν πόλιν ἔβα πέρσων.εἴη τάδʼ, ὦ παῖ. σὺν δίκῃ δʼ ἥκουσι γῆν·ὃ καὶ δέδοικα μὴ σκοπῶσʼ ὀρθῶς θεοί.ποῦ δʼ ὃς ἐμοὶ μιᾶς ἐγένετʼ ἐκ ματρὸςπολυπόνῳ μοίρᾳ;ὦ φίλτατʼ, εἰπέ, ποῦ ʼστι Πολυνείκης, γέρον.ἐκεῖνος ἑπτὰ παρθένων τάφου πέλας