μὴ δῆτα· βουλεύου δʼ, ἐπείπερ εἶ σοφός.τίς οὖν πρόνοια γίγνεται σοφωτέρα;ἕπτʼ ἄνδρας αὐτοῖς φασιν, ὡς ἤκουσʼ ἐγώ —τί προστετάχθαι δρᾶν; τὸ γὰρ σθένος βραχύ.λόχων ἀνάσσειν ἑπτὰ προσκεῖσθαι πύλαις.τί δῆτα δρῶμεν; ἀπορίαν γὰρ οὐ μενῶ.ἕπτʼ ἄνδρας αὐτοῖς καὶ σὺ πρὸς πύλαις ἑλοῦ.λόχων ἀνάσσειν ἢ μονοστόλου δορός;λόχων, προκρίνας οἵπερ ἀλκιμώτατοι.ξυνῆκʼ· ἀμύνειν τειχέων προσαμβάσεις.καὶ ξυστρατήγους γʼ· εἷς δʼ ἀνὴρ οὐ πάνθʼ ὁρᾷ.θάρσει προκρίνας ἢ φρενῶν εὐβουλίᾳ;ἀμφότερον· ἀπολειφθὲν γὰρ οὐδὲν θάτερον.ἔσται τάδʼ· ἐλθὼν ἑπτάπυργον ἐς πόλιντάξω λοχαγοὺς πρὸς πύλαισιν, ὡς λέγεις,ἴσους ἴσοισι πολεμίοισιν ἀντιθείς.ὄνομα δʼ ἑκάστου διατριβὴ πολλὴ λέγειν,ἐχθρῶν ὑπʼ αὐτοῖς τείχεσιν καθημένων.ἀλλʼ εἶμʼ, ὅπως ἂν μὴ καταργῶμεν χέρα.καί μοι γένοιτʼ ἀδελφὸν ἀντήρη λαβεῖνκαὶ ξυσταθέντα διὰ μάχης ἑλεῖν δορί.κτανεῖν θʼ, ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν.γάμους δʼ ἀδελφῆς Ἀντιγόνης παιδός τε σοῦΑἵμονος, ἐάν τι τῆς τύχης ἐγὼ σφαλῶ,σοὶ χρὴ μέλεσθαι· τὴν δόσιν δʼ ἐχέγγυοντὴν πρόσθε ποιῶ νῦν ἐπʼ ἐξόδοις ἐμαῖς.μητρὸς δʼ ἀδελφὸς εἶ· τί δεῖ μακρηγορεῖν;τρέφʼ ἀξίως νιν σοῦ τε τήν τʼ ἐμὴν χάριν.πατὴρ δʼ ἐς αὑτὸν ἀμαθίαν ὀφλισκάνει,ὄψιν τυφλώσας· οὐκ ἄγαν σφʼ ἐπῄνεσα·ἡμᾶς δʼ ἀραῖσιν, ἢν τύχῃ, κατακτενεῖ.ἓν δʼ ἐστὶν ἡμῖν ἀργόν, εἴ τι θέσφατονοἰωνόμαντις Τειρεσίας ἔχει φράσαι,τοῦδʼ ἐκπυθέσθαι ταῦτʼ· ἐγὼ δὲ παῖδα σὸνΜενοικέα, σοῦ πατρὸς αὐτεπώνυμον,λαβόντα πέμψω δεῦρο Τειρεσίαν, Κρέον·σοὶ μὲν γὰρ ἡδὺς ἐς λόγους ἀφίξεται,ἐγὼ δὲ τέχνην μαντικὴν ἐμεμψάμηνἤδη πρὸς αὐτόν, ὥστε μοι μομφὰς ἔχειν.πόλει δὲ καὶ σοὶ ταῦτʼ ἐπισκήπτω, Κρέον·