καίτοι ποδῶν σῶν μόχθον ἐκλύει παρών·ὁρῶ γὰρ αὐτὸν πρὸς δόμους στείχοντʼ ἐμούς.ἦ πόλλʼ ἐπῆλθον εἰσιδεῖν χρῄζων σʼ, ἄναξἘτεόκλεες, πέριξ δὲ Καδμείων πύλαςφυλακάς τʼ ἐπῆλθον σὸν δέμας θηρώμενος.καὶ μὴν ἐγὼ σʼ ἔχρῃζον εἰσιδεῖν, Κρέον·πολλῷ γὰρ ηὗρον ἐνδεεῖς διαλλαγάςὡς ἐς λόγους συνῆψα Πολυνείκει μολών.ἤκουσα μεῖζον αὐτὸν ἢ Θήβας φρονεῖν,κήδει τʼ Ἀδράστου καὶ στρατῷ πεποιθότα.ἀλλʼ ἐς θεοὺς χρὴ ταῦτʼ ἀναρτήσαντʼ ἔχειν·ἃ δʼ ἐμποδὼν μάλιστα, ταῦθʼ ἥκω φράσων.τὰ ποῖα ταῦτα; τὸν λόγον γὰρ ἀγνοῶ.ἥκει τις αἰχμάλωτος Ἀργείων πάρα.λέγει δὲ δὴ τί τῶν ἐκεῖ νεώτερον;μέλλειν πέριξ πύργοισι Καδμείων πόλινὅπλοις ἑλίξειν αὐτίκʼ Ἀργείων στρατόν.ἐξοιστέον τἄρʼ ὅπλα Καδμείων πόλει.ποῖ; μῶν νεάζων οὐχ ὁρᾷς ἃ χρή σʼ ὁρᾶν;ἐκτὸς τάφρων τῶνδʼ, ὡς μαχουμένους τάχα.σμικρὸν τὸ πλῆθος τῆσδε γῆς, οἳ δʼ ἄφθονοι.ἐγᾦδα κείνους τοῖς λόγοις ὄντας θρασεῖς.ἔχει τινʼ ὄγκον τἄργος Ἑλλήνων πάρα.θάρσει· τάχʼ αὐτῶν πεδίον ἐμπλήσω φόνου.θέλοιμʼ ἄν· ἀλλὰ τοῦθʼ ὁρῶ πολλοῦ πόνου.ὡς οὐ καθέξω τειχέων ἔσω στρατόν.καὶ μὴν τὸ νικᾶν ἐστι πᾶν εὐβουλία.βούλῃ τράπωμαι δῆθʼ ὁδοὺς ἄλλας τινάς;πάσας γε, πρὶν κίνδυνον εἰς ἅπαξ μολεῖν.εἰ νυκτὸς αὐτοῖς προσβάλοιμεν ἐκ λόχου;εἴπερ σφαλείς γε δεῦρο σωθήσῃ πάλιν.ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον.ἐνδυστυχῆσαι δεινὸν εὐφρόνης κνέφας.ἀλλʼ ἀμφὶ δεῖπνον οὖσι προσβάλω δόρυ;ἔκπληξις ἂν γένοιτο· νικῆσαι δὲ δεῖ.βαθύς γέ τοι Διρκαῖος ἀναχωρεῖν πόρος.ἅπαν κάκιον τοῦ φυλάσσεσθαι καλῶς.τί δʼ, εἰ καθιππεύσαιμεν Ἀργείων στρατόν;κἀκεῖ πέφρακται λαὸς ἅρμασιν πέριξ.τί δῆτα δράσω; πολεμίοισι δῶ πόλιν;