Βάκχιον χόρευμα παρθένοισι Θηβαΐαισικαὶ γυναιξὶν εὐίοις.ἔνθα φόνιος ἦν δράκωνἌρεος ὠμόφρων φύλαξνάματʼ ἔνυδρα καὶ ῥέεθραχλοερὰ δεργμάτων κόραισιπολυπλάνοις ἐπισκοπῶν·ὃν ἐπὶ χέρνιβας μολὼνΚάδμος ὄλεσε μαρμάρῳ·κρᾶτα φόνιον ὀλεσίθηροςὠλένας δικὼν βολαῖς,δίας ἀμάτορος δʼἐς βαθυσπόρους γύαςγαπετεῖς δικὼν ὀδόν-τας Παλλάδος φραδαῖσιν·ἔνθεν ἐξανῆκε γᾶπάνοπλον ὄψιν ὑπὲρ ἄκρωνὅρων χθονός· σιδαρόφρωνδέ νιν φόνος πάλιν ξυνῆψε γᾷ φίλᾳ.αἵματος δʼ ἔδευσε γαῖαν, ἅ νιν εὐηλίοισιδεῖξεν αἰθέρος πνοαῖς.καὶ σέ, τὸν προμάτοροςἸοῦς ποτʼ ἔκγονονἜπαφον, ὦ Διὸς γένεθλον,ἐκάλεσʼ ἐκάλεσα βαρβάρῳ βοᾷ,ἰώ, βαρβάροις λιταῖς·βᾶθι βᾶθι τάνδε γᾶν·— σοί νιν ἔκγονοι κτίσανκαὶ διώνυμοι θεαί,Περσέφασσα καὶ φίλαΔαμάτηρ θεά,πάντων ἄνασσα, πάντων δὲ Γᾶ τροφός,κτήσαντο — πέμπε πυρφόρουςθεάς, ἄμυνε τᾷδε γᾷ·πάντα δʼ εὐπετῆ θεοῖς.χώρει σὺ καὶ κόμιζε τὸν ΜενοικέωςΚρέοντʼ, ἀδελφὸν μητρὸς Ἰοκάστης ἐμῆς,λέγων τάδʼ, ὡς οἰκεῖα καὶ κοινὰ χθονὸςθέλω πρὸς αὐτὸν συμβαλεῖν βουλεύματα,πρὶν ἐς μάχην τε καὶ δορὸς τάξιν μολεῖν.