ὅδε γὰρ εἰς ἡμᾶς ὑβρίζει.καὶ γὰρ ἀνθυβρίζομαι.ποῦ ποτε στήσῃ πρὸ πύργων;ὡς τί μʼ ἱστορεῖς τόδε;ἀντιτάξομαι κτενῶν σε.κἀμὲ τοῦδʼ ἔρως ἔχει.ὦ τάλαινʼ ἐγώ· τί δράσετʼ, ὦ τέκνα;αὐτὸ σημανεῖ.πατρὸς οὐ φεύξεσθʼ Ἐρινῦς;ἐρρέτω πρόπας δόμος.ὡς τάχʼ οὐκέθʼ αἱματηρὸν τοὐμὸν ἀργήσει ξίφος.τὴν δὲ θρέψασάν με γαῖαν καὶ θεοὺς μαρτύρομαι,ὡς ἄτιμος οἰκτρὰ πάσχων ἐξελαύνομαι χθονός,δοῦλος ὥς, ἀλλʼ οὐχὶ ταὐτοῦ πατρὸς Οἰδίπου γεγώς·κἄν τί σοι, πόλις, γένηται, μὴ ἐμέ, τόνδε δʼ αἰτιῶ·οὐχ ἑκὼν γὰρ ἦλθον, ἄκων δʼ ἐξελαύνομαι χθονός.καὶ σύ, Φοῖβʼ ἄναξ Ἀγυιεῦ, καὶ μέλαθρα, χαίρετε,ἥλικές θʼ οὑμοί, θεῶν τε δεξίμηλʼ ἀγάλματα.οὐ γὰρ οἶδʼ εἴ μοι προσειπεῖν αὖθις ἔσθʼ ὑμᾶς ποτε·ἐλπίδες δʼ οὔπω καθεύδουσʼ, αἷς πέποιθα σὺν θεοῖςτόνδʼ ἀποκτείνας κρατήσειν τῆσδε Θηβαίας χθονός.ἔξιθʼ ἐκ χώρας· ἀληθῶς δʼ ὄνομα Πολυνείκη πατὴρἔθετό σοι θείᾳ προνοίᾳ νεικέων ἐπώνυμον.Κάδμος ἔμολε τάνδε γᾶνΤύριος, ᾧ τετρασκελὴςμόσχος ἀδάματον πέσημαδίκε τελεσφόρον διδοῦσαχρησμόν, οὗ κατοικίσαιπεδία νιν τὸ θέσφατονπυροφόρα δόμων ἔχρη,καλλιπόταμος ὕδατος ἵνα τενοτὶς ἐπέρχεται γύας,Δίρκας χλοηφόρουςκαὶ βαθυσπόρους γύας·Βρόμιον ἔνθα τέκετο μά-τηρ Διὸς γάμοισι,κισσὸς ὃν περιστεφὴςἕλικος εὐθὺς ἔτι βρέφοςχλοηφόροισιν ἔρνεσινκατασκίοισιν ὀλβίσας ἐνώτισεν,