εἰσορῶ· δειλὸν δʼ ὁ πλοῦτος καὶ φιλόψυχον κακόν.κᾆτα σὺν πολλοῖσιν ἦλθες πρὸς τὸν οὐδὲν ἐς μάχην;ἀσφαλὴς γάρ ἐστʼ ἀμείνων ἢ θρασὺς στρατηλάτης.κομπὸς εἶ σπονδαῖς πεποιθώς, αἵ σε σῴζουσιν θανεῖν.καὶ σέ· δεύτερον δʼ ἀπαιτῶ σκῆπτρα καὶ μέρη χθονός.οὐκ ἀπαιτούμεσθʼ· ἐγὼ γὰρ τὸν ἐμὸν οἰκήσω δόμον.τοῦ μέρους ἔχων τὸ πλεῖον;φήμʼ· ἀπαλλάσσου δὲ γῆς.ὦ θεῶν βωμοὶ πατρῴων —οὓς σὺ πορθήσων πάρει.κλύετέ μου —τίς δʼ ἂν κλύοι σου πατρίδʼ ἐπεστρατευμένου;καὶ θεῶν τῶν λευκοπώλων δώματα —οἳ στυγοῦσί σε.ἐξελαυνόμεσθα πατρίδος —καὶ γὰρ ἦλθες ἐξελῶν.ἀδικίᾳ γʼ, ὦ θεοί.Μυκήναις, μὴ ʼνθάδʼ ἀνακάλει θεούς.ἀνόσιος πέφυκας —ἀλλʼ οὐ πατρίδος, ὡς σύ, πολέμιος.ὅς μʼ ἄμοιρον ἐξελαύνεις.καὶ κατακτενῶ γε πρός.ὦ πάτερ, κλύεις ἃ πάσχω;καὶ γὰρ οἷα δρᾷς κλύει.καὶ σύ, μῆτερ;ἀθέμιτόν σοι μητρὸς ὀνομάζειν κάρα.ὦ πόλις.μολὼν ἐς Ἄργος ἀνακάλει Λέρνης ὕδωρ.εἶμι, μὴ πόνει· σὲ δʼ αἰνῶ, μῆτερ.ἔξιθι χθονός.ἔξιμεν· πατέρα δέ μοι δὸς εἰσιδεῖν.οὐκ ἂν τύχοις.ἀλλὰ παρθένους ἀδελφάς.οὐδὲ τάσδʼ ὄψῃ ποτέ.ὦ κασίγνηται.τί ταύτας ἀνακαλεῖς ἔχθιστος ὤν;μῆτερ, ἀλλά μοι σὺ χαῖρε.χαρτὰ γοῦν πάσχω, τέκνον.οὐκέτʼ εἰμὶ παῖς σός.ἐς πόλλʼ ἀθλία πέφυκʼ ἐγώ.