ὅταν δὲ χρῄζωσʼ, αὔτʼ ἀφαιροῦνται πάλιν.ὁ δʼ ὄλβος οὐ βέβαιος, ἀλλʼ ἐφήμερος.ἄγʼ, ἤν σʼ ἔρωμαι δύο λόγω προθεῖσʼ ἅμα,πότερα τυραννεῖν ἢ πόλιν σῷσαι θέλεις,ἐρεῖς τυραννεῖν; ἢν δὲ νικήσῃ σʼ ὅδε;Ἀργεῖά τʼ ἔγχη δόρυ τὸ Καδμείων ἕλῃ,ὄψῃ δαμασθὲν ἄστυ Θηβαῖον τόδε,ὄψῃ δὲ πολλὰς αἰχμαλωτίδας κόραςβίᾳ πρὸς ἀνδρῶν πολεμίων πορθουμένας.ὀδυνηρὸς ἆρʼ ὁ πλοῦτος, ὃν ζητεῖς ἔχειν,γενήσεται Θήβαισι, φιλότιμος δὲ σύ.σοὶ μὲν τάδʼ αὐδῶ. σοὶ δέ, Πολύνεικες, λέγω·ἀμαθεῖς Ἄδραστος χάριτας ἔς σʼ ἀνήψατο,ἀσύνετα δʼ ἦλθες καὶ σὺ πορθήσων πόλιν.φέρʼ, ἢν ἕλῃς γῆν τήνδʼ — ὃ μὴ τύχοι ποτέ —πρὸς θεῶν, τρόπαια πῶς ἀναστήσεις Διί;πῶς δʼ αὖ κατάρξῃ θυμάτων, ἑλὼν πάτραν,καὶ σκῦλα γράψεις πῶς ἐπʼ Ἰνάχου ῥοαῖς;Θήβας πυρώσας τάσδε Πολυνείκης θεοῖςἀσπίδας ἔθηκε; μήποτʼ, ὦ τέκνον, κλέοςτοιόνδε σοι γένοιθʼ ὑφʼ Ἑλλήνων λαβεῖν.ἢν δʼ αὖ κρατηθῇς καὶ τὰ τοῦδʼ ὑπερδράμῃ,πῶς Ἄργος ἥξεις μυρίους λιπὼν νεκρούς;ἐρεῖ δὲ δή τις· ὦ κακὰ μνηστεύματαἌδραστε προσθείς, διὰ μιᾶς νύμφης γάμονἀπωλόμεσθα. δύο κακὼ σπεύδεις, τέκνον,κείνων στέρεσθαι τῶνδέ τʼ ἐν μέσῳ πεσεῖν.μέθετον τὸ λίαν, μέθετον· ἀμαθία δυοῖν,ἐς ταὔθʼ ὅταν μόλητον, ἔχθιστον κακόν.ὦ θεοί, γένοισθε τῶνδʼ ἀπότροποι κακῶνκαὶ ξύμβασίν τινʼ Οἰδίπου τέκνοις δότε.μῆτερ, οὐ λόγων ἔθʼ ἁγών, ἀλλʼ ἀναλοῦται χρόνοςοὑν μέσῳ μάτην, περαίνει δʼ οὐδὲν ἡ προθυμία·οὐ γὰρ ἂν ξυμβαῖμεν ἄλλως ἢ ʼπὶ τοῖς εἰρημένοις,ὥστʼ ἐμὲ σκήπτρων κρατοῦντα τῆσδʼ ἄνακτʼ εἶναι χθονός·τῶν μακρῶν δʼ ἀπαλλαγεῖσα νουθετημάτων μʼ ἔα.καὶ σὺ τῶνδʼ ἔξω κομίζου τειχέων, ἢ κατθανῇ.πρὸς τίνος; τίς ὧδʼ ἄτρωτος, ὅστις εἰς ἡμᾶς ξίφοςφόνιον ἐμβαλὼν τὸν αὐτὸν οὐκ ἀποίσεται μόρον;ἐγγύς, οὐ πρόσω βέβηκεν· ἐς χέρας λεύσσεις ἐμάς;