ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν.ἀλλʼ, εἰ μὲν ἄλλως τήνδε γῆν οἰκεῖν θέλει,ἔξεστʼ· ἐκεῖνο δʼ οὐχ ἑκὼν μεθήσομαι.ἄρχειν παρόν μοι, τῷδε δουλεύσω ποτέ;πρὸς ταῦτʼ ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα,ζεύγνυσθε δʼ ἵππους, πεδία πίμπλαθʼ ἁρμάτων,ὡς οὐ παρήσω τῷδʼ ἐμὴν τυραννίδα.εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρικάλλιστον ἀδικεῖν, τἄλλα δʼ εὐσεβεῖν χρεών.οὐκ εὖ λέγειν χρὴ μὴ ʼπὶ τοῖς ἔργοις καλοῖς·οὐ γὰρ καλὸν τοῦτʼ, ἀλλὰ τῇ δίκῃ πικρόν.ὦ τέκνον, οὐχ ἅπαντα τῷ γήρᾳ κακά,Ἐτεόκλεες, πρόσεστιν· ἀλλʼ ἡμπειρίαἔχει τι λέξαι τῶν νέων σοφώτερον.τί τῆς κακίστης δαιμόνων ἐφίεσαιΦιλοτιμίας, παῖ; μὴ σύ γʼ· ἄδικος ἡ θεός·πολλοὺς δʼ ἐς οἴκους καὶ πόλεις εὐδαίμοναςἐσῆλθε κἀξῆλθʼ ἐπʼ ὀλέθρῳ τῶν χρωμένων·ἐφʼ ᾗ σὺ μαίνῃ. κεῖνο κάλλιον, τέκνον,Ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοιςπόλεις τε πόλεσι συμμάχους τε συμμάχοιςσυνδεῖ· τὸ γὰρ ἴσον μόνιμον ἀνθρώποις ἔφυ,τῷ πλέονι δʼ αἰεὶ πολέμιον καθίσταταιτοὔλασσον ἐχθρᾶς θʼ ἡμέρας κατάρχεται.καὶ γὰρ μέτρʼ ἀνθρώποισι καὶ μέρη σταθμῶνἸσότης ἔταξε κἀριθμὸν διώρισε,νυκτός τʼ ἀφεγγὲς βλέφαρον ἡλίου τε φῶςἴσον βαδίζει τὸν ἐνιαύσιον κύκλον,κοὐδέτερον αὐτῶν φθόνον ἔχει νικώμενον.εἶθʼ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖςσὺ δʼ οὐκ ἀνέξῃ δωμάτων ἔχων ἴσονκαὶ τῷδε νεῖμαι; κᾆτα ποῦ ʼστιν ἡ δίκη;τί τὴν τυραννίδʼ, ἀδικίαν εὐδαίμονα,τιμᾷς ὑπέρφευ καὶ μέγʼ ἥγησαι τόδε;περιβλέπεσθαι τίμιον; κενὸν μὲν οὖν.ἢ πολλὰ μοχθεῖν πόλλʼ ἔχων ἐν δώμασιβούλῃ; τί δʼ ἔστι τὸ πλέον; ὄνομʼ ἔχει μόνον·ἐπεὶ τά γʼ ἀρκοῦνθʼ ἱκανὰ τοῖς γε σώφροσιν.οὔτοι τὰ χρήματʼ ἴδια κέκτηνται βροτοί,τὰ τῶν θεῶν δʼ ἔχοντες ἐπιμελούμεθα·