δοὺς τῷδʼ ἀνάσσειν πατρίδος ἐνιαυτοῦ κύκλον,ὥστʼ αὐτὸς ἄρχειν αὖθις ἀνὰ μέρος λαβὼνκαὶ μὴ διʼ ἔχθρας τῷδε καὶ φθόνου μολὼνκακόν τι δρᾶσαι καὶ παθεῖν, ἃ γίγνεται.ὃ δʼ αἰνέσας ταῦθʼ ὁρκίους τε δοὺς θεούς,ἔδρασεν οὐδὲν ὧν ὑπέσχετʼ, ἀλλʼ ἔχειτυραννίδʼ αὐτὸς καὶ δόμων ἐμῶν μέρος.καὶ νῦν ἕτοιμός εἰμι τἀμαυτοῦ λαβὼνστρατὸν μὲν ἔξω τῆσδʼ ἀποστεῖλαι χθονός,οἰκεῖν δὲ τὸν ἐμὸν οἶκον ἀνὰ μέρος λαβὼνκαὶ τῷδʼ ἀφεῖναι τὸν ἴσον αὖθις αὖ χρόνον,καὶ μήτε πορθεῖν πατρίδα μήτε προσφέρεινπύργοισι πηκτῶν κλιμάκων προσαμβάσεις,ἃ μὴ κυρήσας τῆς δίκης πειράσομαιδρᾶν. μάρτυρας δὲ τῶνδε δαίμονας καλῶ,ὡς πάντα πράσσων σὺν δίκῃ, δίκης ἄτερἀποστεροῦμαι πατρίδος ἀνοσιώτατα.ταῦτʼ αὔθʼ ἕκαστα, μῆτερ, οὐχὶ περιπλοκὰςλόγων ἀθροίσας εἶπον, ἀλλὰ καὶ σοφοῖςκαὶ τοῖσι φαύλοις ἔνδιχʼ, ὡς ἐμοὶ δοκεῖ.ἐμοὶ μέν, εἰ καὶ μὴ καθʼ Ἑλλήνων χθόνατεθράμμεθʼ, ἀλλʼ οὖν ξυνετά μοι δοκεῖς λέγειν.εἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θʼ ἅμα,οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις·νῦν δʼ οὔθʼ ὅμοιον οὐδὲν οὔτʼ ἴσον βροτοῖς,πλὴν ὀνόμασαι· τὸ δʼ ἔργον οὐκ ἔστιν τόδε.ἐγὼ γὰρ οὐδέν, μῆτερ, ἀποκρύψας ἐρῶ·ἄστρων ἂν ἔλθοιμʼ ἡλίου πρὸς ἀντολὰςκαὶ γῆς ἔνερθεν, δυνατὸς ὢν δρᾶσαι τάδε,τὴν θεῶν μεγίστην ὥστʼ ἔχειν Τυραννίδα.τοῦτʼ οὖν τὸ χρηστόν, μῆτερ, οὐχὶ βούλομαιἄλλῳ παρεῖναι μᾶλλον ἢ σῴζειν ἐμοί·ἀνανδρία γάρ, τὸ πλέον ὅστις ἀπολέσαςτοὔλασσον ἔλαβε. πρὸς δὲ τοῖσδʼ αἰσχύνομαι,ἐλθόντα σὺν ὅπλοις τόνδε καὶ πορθοῦντα γῆντυχεῖν ἃ χρῄζει· ταῖς γὰρ ἂν Θήβαις τόδεγένοιτʼ ὄνειδος, εἰ Μυκηναίου δορὸςφόβῳ παρείην σκῆπτρα τἀμὰ τῷδʼ ἔχειν.χρῆν δʼ αὐτὸν οὐχ ὅπλοισι τὰς διαλλαγάς,μῆτερ, ποιεῖσθαι· πᾶν γὰρ ἐξαιρεῖ λόγος