παῦσαι πόνων με καὶ σὲ καὶ πᾶσαν πόλιν.πάλαι μὲν οὖν ὑμνηθέν, ἀλλʼ ὅμως ἐρῶ·τὰ χρήματʼ ἀνθρώποισι τιμιώτατα,δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχει.ἁγὼ μεθήκω δεῦρο μυρίαν ἄγωνλόγχην· πένης γὰρ οὐδὲν εὐγενὴς ἀνήρ.καὶ μὴν Ἐτεοκλῆς ἐς διαλλαγὰς ὅδεχωρεῖ· σὸν ἔργον, μῆτερ Ἰοκάστη, λέγειντοιούσδε μύθους οἷς διαλλάξεις τέκνα.μῆτερ, πάρειμι· τὴν χάριν δὲ σοὶ διδοὺςἦλθον. τί χρὴ δρᾶν; ἀρχέτω δέ τις λόγου·ὡς ἀμφὶ τείχη καὶ ξυνωρίδας λόχωντάσσων ἐπέσχον πόλιν, ὅπως κλύοιμί σουκοινὰς βραβείας, αἷς ὑπόσπονδον μολεῖντόνδʼ εἰσεδέξω τειχέων πείσασά με.ἐπίσχες· οὔτοι τὸ ταχὺ τὴν δίκην ἔχει,βραδεῖς δὲ μῦθοι πλεῖστον ἀνύουσιν σοφόν.σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς·οὐ γὰρ τὸ λαιμότμητον εἰσορᾷς κάραΓοργόνος, ἀδελφὸν δʼ εἰσορᾷς ἥκοντα σόν.σύ τʼ αὖ πρόσωπον πρὸς κασίγνητον στρέφε,Πολύνεικες· ἐς γὰρ ταὐτὸν ὄμμασιν βλέπωνλέξεις τʼ ἄμεινον τοῦδέ τʼ ἐνδέξῃ λόγους.παραινέσαι δὲ σφῷν τι βούλομαι σοφόν·ὅταν φίλος τις ἀνδρὶ θυμωθεὶς φίλῳἐς ἓν συνελθὼν ὄμματʼ ὄμμασιν διδῷ,ἐφʼ οἷσιν ἥκει, ταῦτα χρὴ μόνον σκοπεῖν,κακῶν δὲ τῶν πρὶν μηδενὸς μνείαν ἔχειν.λόγος μὲν οὖν σὸς πρόσθε, Πολύνεικες τέκνον·σὺ γὰρ στράτευμα Δαναϊδῶν ἥκεις ἄγων,ἄδικα πεπονθώς, ὡς σὺ φῄς· κριτὴς δέ τιςθεῶν γένοιτο καὶ διαλλακτὴς κακῶν.ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ,κοὐ ποικίλων δεῖ τἄνδιχʼ ἑρμηνευμάτων·ἔχει γὰρ αὐτὰ καιρόν· ὁ δʼ ἄδικος λόγοςνοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν.ἐγὼ δὲ πατρὸς δωμάτων προυσκεψάμηντοὐμόν τε καὶ τοῦδʼ, ἐκφυγεῖν χρῄζων ἀρὰςἃς Οἰδίπους ἐφθέγξατʼ εἰς ἡμᾶς ποτε,ἐξῆλθον ἔξω τῆσδʼ ἑκὼν αὐτὸς χθονός,