καλοῖς βλέπουσαί γʼ ὄμμασιν, μέλλουσι δέ.οὐδʼ ὁ χρόνος αὐτὰς διεσάφησʼ οὔσας κενάς;ἔχουσιν Ἀφροδίτην τινʼ ἡδεῖαν κακῶν.πόθεν δʼ ἐβόσκου, πρὶν γάμοις εὑρεῖν βίον;ποτὲ μὲν ἐπʼ ἦμαρ εἶχον, εἶτʼ οὐκ εἶχον ἄν.φίλοι δὲ πατρὸς καὶ ξένοι σʼ οὐκ ὠφέλουν;εὖ πρᾶσσε· τὰ φίλων δʼ οὐδέν, ἤν τι δυστυχῇς.οὐδʼ ηὑγένειά σʼ ἦρεν εἰς ὕψος μέγαν;κακὸν τὸ μὴ ἔχειν· τὸ γένος οὐκ ἔβοσκέ με.ἡ πατρίς, ὡς ἔοικε, φίλτατον βροτοῖς.οὐδʼ ὀνομάσαι δύναιʼ ἂν ὡς ἐστὶν φίλον.πῶς δʼ ἦλθες Ἄργος; τίνʼ ἐπίνοιαν ἔσχεθες;ἔχρησʼ Ἀδράστῳ Λοξίας χρησμόν τινα.ποῖον; τί τοῦτʼ ἔλεξας; οὐκ ἔχω μαθεῖν.κάπρῳ λέοντί θʼ ἁρμόσαι παίδων γάμους.καὶ σοὶ τί θηρῶν ὀνόματος μετῆν, τέκνον;οὐκ οἶδʼ· ὁ δαίμων μʼ ἐκάλεσεν πρὸς τὴν τύχην.σοφὸς γὰρ ὁ θεός· τίνι τρόπῳ δʼ ἔσχες λέχος;νὺξ ἦν, Ἀδράστου δʼ ἦλθον ἐς παραστάδας.κοίτας ματεύων, ᾗ φυγὰς πλανώμενος;ἦν ταῦτα· κᾆτά γʼ ἦλθεν ἄλλος αὖ φυγάς.τίς οὗτος; ὡς ἄρʼ ἄθλιος κἀκεῖνος ἦν.Τυδεύς, ὃν Οἰνέως φασὶν ἐκφῦναι πατρός.τί θηρσὶν ὑμᾶς δῆτʼ Ἄδραστος ᾔκασεν;στρωμνῆς ἐς ἀλκὴν οὕνεκʼ ἤλθομεν πέρι.ἐνταῦθα Ταλαοῦ παῖς συνῆκε θέσφατα;κἄδωκέ γʼ ἡμῖν δύο δυοῖν νεάνιδας.ἆρʼ εὐτυχεῖς οὖν τοῖς γάμοις ἢ δυστυχεῖς;οὐ μεμπτὸς ἡμῖν ὁ γάμος ἐς τόδʼ ἡμέρας.πῶς δʼ ἐξέπεισας δεῦρό σοι σπέσθαι στρατόν;δισσοῖς Ἄδραστος ὤμοσεν γαμβροῖς τόδε,Τυδεῖ τε κἀμοί· σύγγαμος γάρ ἐστʼ ἐμός·ἄμφω κατάξειν ἐς πάτραν, πρόσθεν δʼ ἐμέ.πολλοὶ δὲ Δαναῶν καὶ Μυκηναίων ἄκροιπάρεισι, λυπρὰν χάριν, ἀναγκαίαν δʼ, ἐμοὶδιδόντες· ἐπὶ γὰρ τὴν ἐμὴν στρατεύομαιπόλιν. θεοὺς δʼ ἐπώμοσʼ ὡς ἀκουσίωςτοῖς φιλτάτοις ἑκοῦσιν ἠράμην δόρυ.ἀλλʼ ἐς σὲ τείνει τῶνδε διάλυσις κακῶν,μῆτερ, διαλλάξασαν ὁμογενεῖς φίλους