μῆτερ, φρονῶν εὖ κοὐ φρονῶν ἀφικόμηνἐχθροὺς ἐς ἄνδρας· ἀλλʼ ἀναγκαίως ἔχειπατρίδος ἐρᾶν ἅπαντας· ὃς δʼ ἄλλως λέγει,λόγοισι χαίρει τὸν δὲ νοῦν ἐκεῖσʼ ἔχει.οὕτω δʼ ἐτάρβουν ἐς φόβον τʼ ἀφικόμην,μή τις δόλος με πρὸς κασιγνήτου κτάνῃ,ὥστε ξιφήρη χεῖρʼ ἔχων διʼ ἄστεωςκυκλῶν πρόσωπον ἦλθον. ἓν δέ μʼ ὠφελεῖ,σπονδαί τε καὶ σὴ πίστις, ἥ μʼ ἐσήγαγετείχη πατρῷα· πολύδακρυς δʼ ἀφικόμην,χρόνιος ἰδὼν μέλαθρα καὶ βωμοὺς θεῶνγυμνάσιά θʼ οἷσιν ἐνετράφην Δίρκης θʼ ὕδωρ·ὧν οὐ δικαίως ἀπελαθεὶς ξένην πόλινναίω, διʼ ὄσσων νᾶμʼ ἔχων δακρύρροον.ἀλλʼ ἐκ γὰρ ἄλγους ἄλγος αὖ σὲ δέρκομαικάρα ξυρῆκες καὶ πέπλους μελαγχίμουςἔχουσαν, οἴμοι τῶν ἐμῶν ἐγὼ κακῶν.ὡς δεινὸν ἔχθρα, μῆτερ, οἰκείων φίλωνκαὶ δυσλύτους ἔχουσα τὰς διαλλαγάς.τί γὰρ πατήρ μοι πρέσβυς ἐν δόμοισι δρᾷ,σκότον δεδορκώς; τί δὲ κασίγνηται δύο;ἦ που στένουσι τλήμονες φυγὰς ἐμάς;κακῶς θεῶν τις Οἰδίπου φθείρει γένος·οὕτω γὰρ ἤρξατʼ, ἄνομα μὲν τεκεῖν ἐμέ,κακῶς δὲ γῆμαι πατέρα σὸν φῦναί τε σέ.ἀτὰρ τί ταῦτα; δεῖ φέρειν τὰ τῶν θεῶν.ὅπως δʼ ἔρωμαι, μή τι σὴν δάκω φρένα,δέδοιχʼ, ἃ χρῄζω· διὰ πόθου δʼ ἐλήλυθα.ἀλλʼ ἐξερώτα, μηδὲν ἐνδεὲς λίπῃς·ἃ γὰρ σὺ βούλῃ, ταὔτʼ ἐμοί, μῆτερ, φίλα.καὶ δή σʼ ἐρωτῶ πρῶτον ὧν χρῄζω τυχεῖν,τί τὸ στέρεσθαι πατρίδος; ἦ κακὸν μέγα;μέγιστον· ἔργῳ δʼ ἐστὶ μεῖζον ἢ λόγῳ.τίς ὁ τρόπος αὐτοῦ; τί φυγάσιν τὸ δυσχερές;ἓν μὲν μέγιστον, οὐκ ἔχει παρρησίαν.δούλου τόδʼ εἶπας, μὴ λέγειν ἅ τις φρονεῖ.τὰς τῶν κρατούντων ἀμαθίας φέρειν χρεών.καὶ τοῦτο λυπρόν, συνασοφεῖν τοῖς μὴ σοφοῖς.ἀλλʼ ἐς τὸ κέρδος παρὰ φύσιν δουλευτέον.αἱ δʼ ἐλπίδες βόσκουσι φυγάδας, ὡς λόγος.