χαρμονᾶν; ἰὼ τέκος,ἔρημον πατρῷον ἔλιπες δόμονφυγὰς ἀποσταλεὶς ὁμαίμου λώβᾳ,ἦ ποθεινὸς φίλοις,ἦ ποθεινὸς Θήβαις.ὅθεν ἐμάν τε λευκόχροα κείρομαιδακρυόεσσʼ ἀνεῖσα πένθει κόμαν,ἄπεπλος φαρέων λευκῶν, ὦ τέκνον,δυσόρφναια δʼ ἀμφὶ τρύχη τάδεσκότιʼ ἀμείβομαι.ὁ δʼ ἐν δόμοισι πρέσβυς ὀμματοστερὴςἀπήνας ὁμοπτέρου τᾶς ἀπο-ζυγείσας δόμωνπόθον ἀμφιδάκρυτον ἀεὶ κατ-έχων ἀνῇξε μὲν ξίφουςἐπʼ αὐτόχειρά τε σφαγάν,ὑπὲρ τέραμνά τʼ ἀγχόνας,στενάζων ἀρὰς τέκνοις·σὺν ἀλαλαῖσι δʼ αἰὲν αἰαγμάτωνσκότια κρύπτεται.σὲ δʼ, ὦ τέκνον, καὶ γάμοισι δὴκλύω ζυγέντα παιδοποιὸν ἁδονὰνξένοισιν ἐν δόμοις ἔχεινξένον τε κῆδος ἀμφέπειν,ἄλαστα ματρὶ τᾷδε Λα-ίῳ τε τῷ παλαιγενεῖ,γάμων ἐπακτὸν ἄταν.ἐγὼ δʼ οὔτε σοι πυρὸς ἀνῆψα φῶςνόμιμον ἐν γάμοιςὡς πρέπει ματέρι μακαρίᾳ·ἀνυμέναια δʼ Ἰσμηνὸς ἐκηδεύθηλουτροφόρου χλιδᾶς, ἀνὰ δὲ Θηβαίανπόλιν ἐσιγάθη σᾶς ἔσοδοι νύμφας.ὄλοιτο, τάδʼ εἴτε σίδαροςεἴτʼ ἔρις εἴτε πατὴρ ὁ σὸς αἴτιος,εἴτε τὸ δαιμόνιον κατεκώμασεδώμασιν Οἰδιπόδα·πρὸς ἐμὲ γὰρ κακῶν ἔμολε τῶνδʼ ἄχη.δεινὸν γυναιξὶν αἱ διʼ ὠδίνων γοναί,καὶ φιλότεκνόν πως πᾶν γυναικεῖον γένος.