καὶ τάσδʼ ἔρωμαι, τίνες ἐφεστᾶσιν δόμοις.ξέναι γυναῖκες, εἴπατʼ, ἐκ ποίας πάτραςἙλληνικοῖσι δώμασιν πελάζετε;Φοίνισσα μὲν γῆ πατρὶς ἡ θρέψασά με,Ἀγήνορος δὲ παῖδες ἐκ παίδων δορὸςΦοίβῳ μʼ ἔπεμψαν ἐνθάδʼ ἀκροθίνιον.μέλλων δὲ πέμπειν μʼ Οἰδίπου κλεινὸς γόνοςμαντεῖα σεμνὰ Λοξίου τʼ ἐπʼ ἐσχάρας —ἐν τῷδʼ ἐπεστράτευσαν Ἀργεῖοι πόλιν.σὺ δʼ ἀντάμειψαί μʼ, ὅστις ὢν ἐλήλυθαςἑπτάστομον πύργωμα Θηβαίας χθονός.πατὴρ μὲν ἡμῖν Οἰδίπους ὁ Λαΐου,ἔτικτε δʼ Ἰοκάστη με, παῖς Μενοικέως·καλεῖ δὲ Πολυνείκη με Θηβαῖος λεώς.ὦ συγγένεια τῶν Ἀγήνορος τέκνων,ἐμῶν τυράννων, ὧν ἀπεστάλην ὕπο —γονυπετεῖς ἕδρας προσπίτνω σʼ, ἄναξ,τὸν οἴκοθεν νόμον σέβουσʼ —ἔβας ὢ χρόνῳ γᾶν πατρῴαν.ἰὼ ἰώ· πότνια, μόλε πρόδομος,ἀμπέτασον πύλας.κλύεις, ὦ τεκοῦσα τόνδε μᾶτερ;τί μέλλεις ὑπώροφα μέλαθρα περᾶνθιγεῖν τʼ ὠλέναισιν τέκνου;Φοίνισσαν βοὰνκλύουσʼ, ὦ νεάνιδες, γηραιὸνπόδʼ ἕλκω, τρομερὰν βάσιν· ἰὼ τέκνον,χρόνῳ σὸν ὄμμα μυρίαις τʼ ἐν ἁμέραιςπροσεῖδον· ἀμφίβαλλε μα-στὸν ὠλέναισι ματέρος,παρηίδων τʼ ὄρεγμα βο-στρύχων τε κυανόχρωτα χαί-τας πλόκαμον, δέραν σκιάζων ἁμάν.ἰὼ ἰώ, μόλις φανεὶςἄελπτα κἀδόκητα ματρὸς ὠλέναις.τί φῶ σε; πῶς ἅπαντακαὶ χερσὶ καὶ λόγοισιπολυέλικτον ἁδονὰνἐκεῖσε καὶ τὸ δεῦροπεριχορεύουσα τέρψιν παλαιᾶν λάβω