παρὰ μεσόμφαλα γύαλα Φοί-βου Δίρκαν προλιποῦσα.νῦν δέ μοι πρὸ τειχέωνθούριος μολὼν Ἄρηςαἷμα δάιον φλέγειτᾷδʼ, ὃ μὴ τύχοι, πόλει·κοινὰ γὰρ φίλων ἄχη,κοινὰ δʼ, εἴ τι πείσεταιἑπτάπυργος ἅδε γᾶ,Φοινίσσᾳ χώρᾳ. φεῦ φεῦ.κοινὸν αἷμα, κοινὰ τέκεατᾶς κερασφόρου πέφυκεν Ἰοῦς·ὧν μέτεστί μοι πόνων.ἀμφὶ δὲ πτόλιν νέφοςἀσπίδων πυκνὸν φλέγεισχῆμα φοινίου μάχης,ἃν Ἄρης τάχʼ εἴσεταιπαισὶν Οἰδίπου φέρωνπημονὰν Ἐρινύων.Ἄργος ὦ Πελασγικόν,δειμαίνω τὰν σὰν ἀλκάν,καὶ τὸ θεόθεν· οὐ γὰρ ἄδικονεἰς ἀγῶνα τόνδʼ ἔνοπλος ὁρμᾷ παῖςὃς μετέρχεται δόμους.τὰ μὲν πυλωρῶν κλῇθρά μʼ εἰσεδέξατοδιʼ εὐπετείας τειχέων ἔσω μολεῖν.ὃ καὶ δέδοικα μή με δικτύων ἔσωλαβόντες οὐκ ἐκφρῶσʼ ἀναίμακτον χρόα.ὧν οὕνεκʼ ὄμμα πανταχῇ διοιστέονκἀκεῖσε καὶ τὸ δεῦρο, μὴ δόλος τις ᾖ.ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳτὰ πίστʼ ἐμαυτῷ τοῦ θράσους παρέξομαι.ὠή, τίς οὗτος; ἢ κτύπον φοβούμεθα;ἅπαντα γὰρ τολμῶσι δεινὰ φαίνεται,ὅταν διʼ ἐχθρᾶς ποὺς ἀμείβηται χθονός.πέποιθα μέντοι μητρί, κοὐ πέποιθʼ ἅμα,ἥτις μʼ ἔπεισε δεῦρʼ ὑπόσπονδον μολεῖν.ἀλλʼ ἐγγὺς ἀλκή· βώμιοι γὰρ ἐσχάραιπέλας πάρεισι, κοὐκ ἔρημα δώματα.φέρʼ ἐς σκοτεινὰς περιβολὰς μεθῶ ξίφος