χωρεῖ γυναικῶν πρὸς δόμους τυραννικούς,φιλόψογον δὲ χρῆμα θηλειῶν ἔφυ,σμικράς τʼ ἀφορμὰς ἢν λάβωσι τῶν λόγων,πλείους ἐπεσφέρουσιν· ἡδονὴ δέ τιςγυναιξὶ μηδὲν ὑγιὲς ἀλλήλας λέγειν.Τύριον οἶδμα λιποῦσʼ ἔβανἀκροθίνια ΛοξίᾳΦοινίσσας ἀπὸ νάσουΦοίβῳ δούλα μελάθρων,ἵνʼ ὑπὸ δειράσι νιφοβόλοιςΠαρνασοῦ κατενάσθη,Ἰόνιον κατὰ πόντον ἐλά-τᾳ πλεύσασα περιρρύτῳὑπὲρ ἀκαρπίστων πεδίωνΣικελίας Ζεφύρου πνοαῖςἱππεύσαντος, ἐν οὐρανῷκάλλιστον κελάδημα.πόλεος ἐκπροκριθεῖσʼ ἐμᾶςκαλλιστεύματα ΛοξίᾳΚαδμείων ἔμολον γᾶν,κλεινῶν Ἀγηνοριδᾶνὁμογενεῖς ἐπὶ Λαΐουπεμφθεῖσʼ ἐνθάδε πύργους.ἴσα δʼ ἀγάλμασι χρυσοτεύ-κτοις Φοίβῳ λάτρις ἐγενόμαν·ἔτι δὲ Κασταλίας ὕδωρπεριμένει με κόμας ἐμᾶςδεῦσαι παρθένιον χλιδὰνΦοιβείαισι λατρείαις.ἰὼ λάμπουσα πέτρα πυρὸςδικόρυφον σέλας ὑπὲρ ἄκρωνβακχειῶν Διονύσου,οἴνα θʼ ἃ καθαμέριονστάζεις τὸν πολύκαρπονοἰνάνθας ἱεῖσα βότρυν,ζάθεά τʼ ἄντρα δράκοντος οὔ-ρειαί τε σκοπιαὶ θεῶννιφόβολόν τʼ ὄρος ἱερόν, εἱ-λίσσων ἀθανάτας θεοῦχορὸς γενοίμαν ἄφοβος