Νιόβης Ἀδράστῳ πλησίον παραστατεῖ.ὁρᾷς;ὁρῶ δῆτʼ οὐ σαφῶς, ὁρῶ δέ πωςμορφῆς τύπωμα στέρνα τʼ ἐξῃκασμένα.ἀνεμώκεος εἴθε δρόμον νεφέλας ποσὶν ἐξανύσαιμιδιʼ αἰθέροςπρὸς ἐμὸν ὁμογενέτορα, περὶ δʼ ὠλέναςδέρᾳ φιλτάτᾳ βάλοιμʼ ἐν χρόνῳφυγάδα μέλεον. ὡςὅπλοισι χρυσέοισιν ἐκπρεπής, γέρον,ἑῴοις ὅμοια φλεγέθων βολαῖς ἀελίου.ἥξει δόμους τούσδʼ, ὥστε σʼ ἐμπλῆσαι χαρᾶς,ἔνσπονδος.οὗτος δʼ, ὦ γεραιέ, τίς κυρεῖ,ὃς ἅρμα λευκὸν ἡνιοστροφεῖ βεβώς;ὁ μάντις Ἀμφιάραος, ὦ δέσποινʼ, ὅδε·σφάγια δʼ ἅμʼ αὐτῷ, γῆς φιλαίματοι ῥοαί.ὦ λιπαροζώνου θύγατερ ἈελίουΣελαναία, χρυσεόκυκλον φέγγος,ὡς ἀτρεμαῖα κέντρα καὶ σώφροναπώλοις μεταφέρων ἰθύνει.ποῦ δʼ ὃς τὰ δεινὰ τῇδʼ ἐφυβρίζει πόλει;Καπανεύς; ἐκεῖνος προσβάσεις τεκμαίρεταιπύργων ἄνω τε καὶ κάτω τείχη μετρῶν.ἰώ,Νέμεσι καὶ Διὸς βαρύβρομοι βρονταί,κεραυνῶν τε φῶς αἰθαλόεν, σύ τοιμεγαλαγορίαν ὑπεράνορα κοιμίζεις·ὅδʼ ἐστίν, αἰχμαλώτιδαςὃς δορὶ Θηβαίας ΜυκηνηΐσινΛερναίᾳ τε δώσειν τριαίνᾳ,Ποσειδανίοις Ἀμυμωνίοιςὕδασι δουλείαν περιβαλών —μήποτε μήποτε τάνδʼ, ὦ πότνια,χρυσεοβόστρυχον ὦ Διὸς ἔρνοςἌρτεμι, δουλοσύναν τλαίην.ὦ τέκνον, ἔσβα δῶμα καὶ κατὰ στέγαςἐν παρθενῶσι μίμνε σοῖς, ἐπεὶ πόθουἐς τέρψιν ἦλθες ὧν ἔχρῃζες εἰσιδεῖν.ὄχλος γάρ, ὡς ταραγμὸς εἰσῆλθεν πόλιν,