γενόμεθα γενόμεθʼ, ἄθλιαίγε δῆτα Θηβαιᾶν μάλιστα παρθένων.πόθι γεραιὸν ἴχνος τίθημι;βάκτρα πρόσφερʼ, ὦ τέκνον.τᾷδε τᾷδε βᾶθί μοι,τᾷδε τᾷδε πόδα τιθείς,ὥστʼ ὄνειρον ἰσχύν.ἰὼ ἰώ, δυστυχεστάτας φυγὰςἐλαύνων τὸν γέροντά μʼ ἐκ πάτρας.ἰὼ ἰώ, δεινὰ δείνʼ ἐγὼ τλάς.τί τλάς; τί τλάς; οὐχ ὁρᾷ Δίκα κακούς,οὐδʼ ἀμείβεται βροτῶν ἀσυνεσίας.ὅδʼ εἰμὶ μοῦσαν ὃς ἐπὶ καλ-λίνικον οὐράνιον ἔβανμειξοπαρθένου κόραςαἴνιγμʼ ἀσύνετον εὑρών.Σφιγγὸς ἀναφέρεις ὄνειδος.ἄπαγε τὰ πάρος εὐτυχήματʼ αὐδῶν.τάδε σʼ ἐπέμενε μέλεα πάθεαφυγάδα πατρίδος ἄπο γενόμενον,ὦ πάτερ, θανεῖν που.ποθεινὰ δάκρυα παρὰ φίλαισι παρθένοιςλιποῦσʼ ἄπειμι πατρίδος ἀποπρὸ γαίαςἀπαρθένευτʼ ἀλωμένα.φεῦ τὸ χρήσιμον φρενῶνἐς πατρός γε συμφορὰςεὐκλεᾶ με θήσει·τάλαινʼ ἐγὼ σῶν συγγόνου θʼ ὑβρισμάτων,ὃς ἐκ δόμων νέκυς ἄθαπτος οἴχεταιμέλεος, ὅν, εἴ με καὶ θανεῖν, πάτερ, χρεών,σκότια γᾷ καλύψω.πρὸς ἥλικας φάνηθι σάς.ἅλις ὀδυρμάτων ἐμῶν.σὺ δʼ ἀμφὶ βωμίους λιτὰς —κόρον ἔχουσʼ ἐμῶν κακῶν.ἴθʼ ἀλλὰ Βρόμιος ἵνα τε σηκὸςἄβατος ὄρεσι μαινάδων.Καδμείαν ᾧ νεβρίδαστολιδωσαμένα ποτʼ ἐγὼ Σεμέλαςθίασον ἱερὸν ὄρεσιν ἀνεχόρευσα,