νὺξ ἆρʼ ἐκείνη Δαναΐδων μʼ ἕξει μίαν.εἶδες τὸ τόλμημʼ οἷον ἐξωνείδισεν;ἴστω σίδηρος ὅρκιόν τέ μοι ξίφος.τί δʼ ἐκπροθυμῇ τῶνδʼ ἀπηλλάχθαι γάμων;συμφεύξομαι τῷδʼ ἀθλιωτάτῳ πατρί.γενναιότης σοι, μωρία δʼ ἔνεστί τις.καὶ ξυνθανοῦμαί γʼ, ὡς μάθῃς περαιτέρω.ἴθʼ, οὐ φονεύσεις παῖδʼ ἐμόν, λίπε χθόνα.ὦ θύγατερ, αἰνῶ μέν σε τῆς προθυμίας.ἀλλʼ εἰ γαμοίμην, σὺ δὲ μόνος φεύγοις, πάτερ;μένʼ εὐτυχοῦσα, τἄμʼ ἐγὼ στέρξω κακά.καὶ τίς σε τυφλὸν ὄντα θεραπεύσει, πάτερ;πεσὼν ὅπου μοι μοῖρα κείσομαι πέδῳ.ὁ δʼ Οἰδίπους ποῦ καὶ τὰ κλείνʼ αἰνίγματα;ὄλωλʼ· ἓν ἦμάρ μʼ ὤλβισʼ, ἓν δʼ ἀπώλεσεν.οὔκουν μετασχεῖν κἀμὲ δεῖ τῶν σῶν κακῶν;αἰσχρὰ φυγὴ θυγατρὶ σὺν τυφλῷ πατρί.οὔ, σωφρονούσῃ γʼ, ἀλλὰ γενναία, πάτερ.προσάγαγέ νύν με, μητρὸς ὡς ψαύσω σέθεν.ἰδού, γεραιᾶς φιλτάτης ψαῦσον χερί.ὦ μῆτερ, ὦ ξυνάορʼ ἀθλιωτάτη.οἰκτρὰ πρόκειται, πάντʼ ἔχουσʼ ὁμοῦ κακά.Ἐτεοκλέους δὲ πτῶμα Πολυνείκους τε ποῦ;τώδʼ ἐκτάδην σοι κεῖσθον ἀλλήλοιν πέλας.πρόσθες τυφλὴν χεῖρʼ ἐπὶ πρόσωπα δυστυχῆ.ἰδού, θανόντων σῶν τέκνων ἅπτου χερί.ὦ φίλα πεσήματʼ ἄθλιʼ ἀθλίου πατρός.ὦ φίλτατον δῆτʼ ὄνομα Πολυνείκους ἐμοί.νῦν χρησμός, ὦ παῖ, Λοξίου περαίνεται.ὁ ποῖος; ἀλλʼ ἦ πρὸς κακοῖς ἐρεῖς κακά;ἐν ταῖς Ἀθήναις κατθανεῖν μʼ ἀλώμενον.ποῦ; τίς σε πύργος Ἀτθίδος προσδέξεται;ἱερὸς Κολωνός, δώμαθʼ ἱππίου θεοῦ.ἀλλʼ εἶα, τυφλῷ τῷδʼ ὑπηρέτει πατρί,ἐπεὶ προθυμῇ τῆσδε κοινοῦσθαι φυγῆς.ἴθʼ ἐς φυγὰν τάλαιναν· ὄρεγε χέρα φίλαν,πάτερ γεραιέ, πομπίμανἔχων ἔμʼ ὥστε ναυσίπομπον αὔραν.ἰδοὺ ἰδού, πορεύομαι·τέκνον, σύ μοι ποδαγὸς ἀθλία γενοῦ.