χάριν ἀχάριτον ἐς θεοὺς διδοῦσα;ὦ πάτρας κλεινῆς πολῖται, λεύσσετʼ, Οἰδίπους ὅδε,ὃς τὰ κλείνʼ αἰνίγματʼ ἔγνω καὶ μέγιστος ἦν ἀνήρ,ὃς μόνος Σφιγγὸς κατέσχον τῆς μιαιφόνου κράτη,νῦν ἄτιμος αὐτὸς οἰκτρὸς ἐξελαύνομαι χθονός.ἀλλὰ γὰρ τί ταῦτα θρηνῶ καὶ μάτην ὀδύρομαι;τὰς γὰρ ἐκ θεῶν ἀνάγκας θνητὸν ὄντα δεῖ φέρειν.ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸνβίοτον κατέχοιςκαὶ μὴ λήγοις στεφανοῦσα.