ὦ πάτερ, ὤ μοι.αἰαῖ.τί τάδε καταστένεις,τέκνα.διʼ ὀδύνας ἔβας·εἰ δὲ τέθριππά γʼ ἔθʼ ἅρματα λεύσσωνἀελίου τάδε σώματα νεκρῶνὄμματος αὐγαῖς σαῖς ἐπενώμας —τῶν μὲν ἐμῶν τεκέων φανερὸν κακόν·ἁ δὲ τάλαινʼ ἄλοχος τίνι μοι, τέκνον, ὤλετο μοίρᾳ;δάκρυα γοερὰφανερὰ πᾶσι τιθεμένα,τέκεσι μαστὸν ἔφερεν ἔφερενἱκέτις ἱκέτιν ὀρομένα.ηὗρε δʼ ἐν Ἠλέκτραισι πύλαις τέκναλωτοτρόφον κατὰ λείμακα λόγχαις,κοινὸν ἐνυάλιον,μάτηρ, ὥστε λέοντας ἐναύλους,μαρναμένους ἐπὶ τραύμασιν, αἵματοςἤδη ψυχρὰν λοιβὰν φονίαν,ἃν ἔλαχʼ Ἅιδας, ὤπασε δʼ Ἄρης·χαλκόκροτον δὲ λαβοῦσα νεκρῶν πάρα φάσγανον εἴσωσαρκὸς ἔβαψεν, ἄχει δὲ τέκνων ἔπεσʼ ἀμφὶ τέκνοισι.πάντα δʼ ἐν ἄματι τῷδε συνάγαγεν,ὦ πάτερ, ἁμετέροισι δόμοισιν ἄχη θεὸς ὃςτάδε τελευτᾷ.πολλῶν κακῶν κατῆρξεν Οἰδίπου δόμοιςτόδʼ ἦμαρ· εἴη δʼ εὐτυχέστερος βίος.οἴκτων μὲν ἤδη λήγεθʼ, ὡς ὥρα τάφουμνήμην τίθεσθαι· τόνδε δʼ, Οἰδίπου, λόγονἄκουσον· ἀρχὰς τῆσδε γῆς ἔδωκέ μοιἘτεοκλέης παῖς σός, γάμων φερνὰς διδοὺςΑἵμονι κόρης τε λέκτρον Ἀντιγόνης σέθεν.οὐκ οὖν σʼ ἐάσω τήνδε γῆν οἰκεῖν ἔτι·σαφῶς γὰρ εἶπε Τειρεσίας οὐ μή ποτεσοῦ τήνδε γῆν οἰκοῦντος εὖ πράξειν πόλιν.ἀλλʼ ἐκκομίζου. καὶ τάδʼ οὐχ ὕβρει λέγωοὐδʼ ἐχθρὸς ὢν σός, διὰ δὲ τοὺς ἀλάστοραςτοὺς σοὺς δεδοικὼς μή τι γῆ πάθῃ κακόν.ὦ μοῖρʼ, ἀπʼ ἀρχῆς ὥς μʼ ἔφυσας ἄθλιον