ἐμοῖς ἄχεσι συνῳδός;αἴλινον αἰάγμασιν ἃτοῖσδε προκλαίω μονάδʼ αἰ-ῶνα διάξουσα τὸν αἰεὶ χρόνον ἐνλειβομένοισιν δάκρυσιν ἰαχήσω.τίνʼ ἐπὶ πρῶτον ἀπὸ χαί-τας σπαραγμοῖς ἀπαρχὰς βάλω;ματρὸς ἐμᾶς ἢ διδύμοι-σι γάλακτος παρὰ μαστοῖςἢ πρὸς ἀδελ-φῶν οὐλόμενʼ αἰκίσματα νεκρῶν;ὀτοτοτοῖ λεῖπε σοὺςδόμους, ἀλαὸν ὄμμα φέρων,πάτερ γεραιέ, δεῖξον,Οἰδιπόδα, σὸν αἰῶνα μέλεον, ὃς ἐπὶδώμασιν ἀέριον σκότον ὄμμασισοῖσι βαλὼν ἕλκεις μακρόπνουν ζόαν.κλύεις, ὦ κατʼ αὐλὰνἀλαίνων γεραιὸνπόδʼ ἢ δεμνίοις δύ-στανος ἰαύων;τί μʼ, ὦ παρθένε, βακτρεύμασι τυφλοῦποδὸς ἐξάγαγες ἐς φῶςλεχήρη σκοτίων ἐκ θαλάμων οἰκ-τροτάτοισιν δακρύοισιν,πολιὸν αἰθέρος ἀφανὲς εἴδωλον ἢνέκυν ἔνερθεν ἢπτανὸν ὄνειρον;δυστυχὲς ἀγγελίας ἔπος οἴσῃ,πάτερ, οὐκέτι σοι τέκνα λεύσσειφάος οὐδʼ ἄλοχος, παραβάκτροιςἃ πόδα σὸν τυφλόπουν θεραπεύμασιν αἰὲν ἐμόχθει,ὦ πάτερ, ὤμοι.ὤμοι ἐμῶν παθέων· πάρα γὰρ στενάχειν τάδʼ, ἀυτεῖν.τρισσαὶ ψυχαί· ποίᾳ μοίρᾳπῶς ἔλιπον φάος; ὦ τέκνον, αὔδα.οὐκ ἐπʼ ὀνείδεσιν οὐδʼ ἐπιχάρμασιν,ἀλλʼ ὀδύναισι λέγω· σὸς ἀλάστωρξίφεσιν βρίθωνκαὶ πυρὶ καὶ σχετλίαισι μάχαις ἐπὶ παῖδας ἔβα σούς,