καὶ τλήμονʼ, εἴ τις ἄλλος ἀνθρώπων ἔφυ·ὃν καὶ πρὶν ἐς φῶς μητρὸς ἐκ γονῆς μολεῖν,ἄγονον Ἀπόλλων Λαΐῳ μʼ ἐθέσπισενφονέα γενέσθαι πατρός· ὦ τάλας ἐγώ.ἐπεὶ δʼ ἐγενόμην, αὖθις ὁ σπείρας πατὴρκτείνει με νομίσας πολέμιον πεφυκέναι·χρῆν γὰρ θανεῖν νιν ἐξ ἐμοῦ· πέμπει δέ μεμαστὸν ποθοῦντα θηρσὶν ἄθλιον βοράν·οὗ σῳζόμεσθα — Ταρτάρου γὰρ ὤφελενἐλθεῖν Κιθαιρὼν εἰς ἄβυσσα χάσματα,ὅς μʼ οὐ διώλεσʼ, ἀλλὰδουλεῦσαί τέ μοιδαίμων ἔδωκε Πόλυβον ἀμφὶ δεσπότην.κτανὼν δʼ ἐμαυτοῦ πατέρʼ ὁ δυσδαίμων ἐγὼἐς μητρὸς ἦλθον τῆς ταλαιπώρου λέχος,παῖδάς τʼ ἀδελφοὺς ἔτεκον, οὓς ἀπώλεσα,ἀρὰς παραλαβὼν Λαΐου καὶ παισὶ δούς.οὐ γὰρ τοσοῦτον ἀσύνετος πέφυκʼ ἐγὼὥστʼ εἰς ἔμʼ ὄμματʼ ἔς τʼ ἐμῶν παίδων βίονἄνευ θεῶν του ταῦτʼ ἐμηχανησάμην.εἶἑν· τί δράσω δῆθʼ ὁ δυσδαίμων ἐγώ;τίς ἡγεμών μοι ποδὸς ὁμαρτήσει τυφλοῦ;ἥδʼ ἡ θανοῦσα; ζῶσά γʼ ἂν σάφʼ οἶδʼ ὅτι.ἀλλʼ εὔτεκνος ξυνωρίς; ἀλλʼ οὐκ ἔστι μοι.ἀλλʼ ἔτι νεάζων αὐτὸς εὕροιμʼ ἂν βίον;πόθεν; τί μʼ ἄρδην ὧδʼ ἀποκτείνεις, Κρέον;ἀποκτενεῖς γάρ, εἴ με γῆς ἔξω βαλεῖς.οὐ μὴν ἑλίξας γʼ ἀμφὶ σὸν χεῖρας γόνυκακὸς φανοῦμαι· τὸ γὰρ ἐμόν ποτʼ εὐγενὲςοὐκ ἂν προδοίην, οὐδέ περ πράσσων κακῶς.σοί τʼ εὖ λέλεκται γόνατα μὴ χρῴζειν ἐμά,ἐγὼ δὲ ναίειν σʼ οὐκ ἐάσαιμʼ ἂν χθόνα.νεκρῶν δὲ τῶνδε τὸν μὲν ἐς δόμους χρεὼνἤδη κομίζειν, τόνδε δʼ, ὃς πέρσων πόλινπατρίδα σὺν ἄλλοις ἦλθε, Πολυνείκους νέκυνἐκβάλετʼ ἄθαπτον τῆσδʼ ὅρων ἔξω χθονός.κηρύξεται δὲ πᾶσι Καδμείοις τάδε·ὃς ἂν νεκρὸν τόνδʼ ἢ καταστέφων ἁλῷἢ γῇ καλύπτων, θάνατον ἀνταλλάξεται.ἐᾶν δʼ ἄκλαυτον, ἄταφον, οἰωνοῖς βοράν.