ἄλλοι δὲ τοὺς θανόντας Ἀντιγόνης μέτανεκροὺς φέρουσιν ἐνθάδʼ οἰκτίσαι φίλοις.πόλει δʼ ἀγῶνες οἳ μὲν εὐτυχέστατοιτῇδʼ ἐξέβησαν, οἳ δὲ δυστυχέστατοι.οὐκ εἰς ἀκοὰς ἔτι δυστυχίαδώματος ἥκει· πάρα γὰρ λεύσσεινπτώματα νεκρῶν τρισσῶν ἤδητάδε πρὸς μελάθροις κοινῷ θανάτῳσκοτίαν αἰῶνα λαχόντων.οὐ προκαλυπτομένα βοτρυχώδεοςἁβρὰ παρηίδος οὐδʼ ὑπὸ παρθενί-ας τὸν ὑπὸ βλεφάροις φοίνικʼ, ἐρύθημα προσώπου,αἰδομένα φέρομαι βάκχα νεκύ-ων, κράδεμνα δικοῦσα κόμας ἀπʼ ἐ-μᾶς, στολίδος κροκόεσσαν ἀνεῖσα τρυφάν,ἁγεμόνευμα νεκροῖσι πολύστονον. αἰαῖ, ἰώ μοι.ὦ Πολύνεικες, ἔφυς ἄρʼ ἐπώνυμος· ὤμοι μοι, Θῆβαι·σὰ δʼ ἔρις — οὐκ ἔρις, ἀλλὰ φόνῳ φόνος —Οἰδιπόδα δόμον ὤλεσε κρανθεῖσʼαἵματι δεινῷ, αἵματι λυγρῷ.τίνα προσῳδὸνἢ τίνα μουσοπόλον στοναχὰν ἐπὶδάκρυσι δάκρυσιν, ὦ δόμος, ὦ δόμος,ἀγκαλέσωμαι,τρισσὰ φέρουσα τάδʼ αἵματα σύγγονα,ματέρα καὶ τέκνα, χάρματʼ Ἐρινύος;ἃ δόμον Οἰδιπόδα πρόπαν ὤλεσε,τᾶς ἀγρίας ὅτεδυσξυνέτου ξυνετὸν μέλος ἔγνωΣφιγγὸς ἀοιδοῦ σῶμα φονεύσας.ἰώ μοί μοι, πάτερ,τίς Ἑλλὰς ἢ βάρβαρος ἢτῶν προπάροιθʼ εὐγενετᾶνἕτερος ἔτλα κακῶν τοσῶνδʼαἵματος ἁμερίουτοιάδʼ ἄχεα φανερά;τάλαινʼ, ὡς ἐλελίζει —τίς ἄρʼ ὄρνις, ἢ δρυὸς ἢἐλάτας ἀκροκόμοις ἀμφὶ κλάδοις ἑζομένα,μονομάτορσιν ὀδυρμοῖς