ὦ γηροβοσκὼ μητρός, ὦ γάμους ἐμοὺςπροδόντʼ ἀδελφὼ φιλτάτω. στέρνων δʼ ἄποφύσημʼ ἀνεὶς δύσθνητον Ἐτεοκλῆς ἄναξἤκουσε μητρός, κἀπιθεὶς ὑγρὰν χέραφωνὴν μὲν οὐκ ἀφῆκεν, ὀμμάτων δʼ ἄποπροσεῖπε δακρύοις, ὥστε σημῆναι φίλα.ὃ δʼ ἦν ἔτʼ ἔμπνους, πρὸς κασιγνήτην δʼ ἰδὼνγραῖάν τε μητέρʼ εἶπε Πολυνείκης τάδε·Ἀπωλόμεσθα, μῆτερ· οἰκτίρω δὲ σὲκαὶ τήνδʼ ἀδελφὴν καὶ κασίγνητον νεκρόν.φίλος γὰρ ἐχθρὸς ἐγένετʼ, ἀλλʼ ὅμως φίλος.θάψον δέ μʼ, ὦ τεκοῦσα, καὶ σύ, σύγγονε,ἐν γῇ πατρῴᾳ, καὶ πόλιν θυμουμένηνπαρηγορεῖτον, ὡς τοσόνδε γοῦν τύχωχθονὸς πατρῴας, κεἰ δόμους ἀπώλεσα.ξυνάρμοσον δὲ βλέφαρά μου τῇ σῇ χερί,μῆτερ — τίθησι δʼ αὐτὸς ὀμμάτων ἔπι —καὶ χαίρετʼ· ἤδη γάρ με περιβάλλει σκότος.ἄμφω δʼ ἅμʼ ἐξέπνευσαν ἄθλιον βίον.μήτηρ δʼ, ὅπως ἐσεῖδε τήνδε συμφοράν,ὑπερπαθήσασʼ, ἥρπασʼ ἐκ νεκρῶν ξίφοςκἄπραξε δεινά· διὰ μέσου γὰρ αὐχένοςὠθεῖ σίδηρον, ἐν δὲ τοῖσι φιλτάτοιςθανοῦσα κεῖται περιβαλοῦσʼ ἀμφοῖν χέρας.ἀνῇξε δʼ ὀρθὸς λαὸς εἰς ἔριν λόγων,ἡμεῖς μὲν ὡς νικῶντα δεσπότην ἐμόν,οἳ δʼ ὡς ἐκεῖνον. ἦν δʼ ἔρις στρατηλάταις,οἳ μὲν πατάξαι πρόσθε Πολυνείκη δορί,οἳ δʼ ὡς θανόντων οὐδαμοῦ νίκη πέλοι.κἀν τῷδʼ ὑπεξῆλθʼ Ἀντιγόνη στρατοῦ δίχα.οἳ δʼ εἰς ὅπλʼ ᾖσσον· εὖ δέ πως προμηθίᾳκαθῆστο Κάδμου λαὸς ἀσπίδων ἔπι·κἄφθημεν οὔπω τεύχεσιν πεφραγμένονἈργεῖον ἐσπεσόντες ἐξαίφνης στρατόν.κοὐδεὶς ὑπέστη, πεδία δʼ ἐξεπίμπλασανφεύγοντες, ἔρρει δʼ αἷμα μυρίων νεκρῶνλόγχαις πιτνόντων. ὡς δʼ ἐνικῶμεν μάχῃ,οἳ μὲν Διὸς τροπαῖον ἵστασαν βρέτας,οἳ δʼ ἀσπίδας συλῶντες Ἀργείων νεκρῶνσκυλεύματʼ εἴσω τειχέων ἐπέμπομεν.