κἀν τῷδε μόχθῳ γυμνὸν ὦμον εἰσιδὼνὁ πρόσθε τρωθεὶς στέρνα Πολυνείκους βίᾳδιῆκε λόγχην, κἀπέδωκεν ἡδονὰςΚάδμου πολίταις, ἀπὸ δʼ ἔθραυσʼ ἄκρον δόρυ.ἐς δʼ ἄπορον ἥκων δορὸς ἐπὶ σκέλος πάλινχωρεῖ, λαβὼν δʼ ἀφῆκε μάρμαρον πέτρονμέσον δʼ ἄκοντʼ ἔθραυσεν· ἐξ ἴσου δʼ Ἄρηςἦν, κάμακος ἀμφοῖν χεῖρʼ ἀπεστερημένοιν.ἔνθεν δὲ κώπας ἁρπάσαντε φασγάνωνἐς ταὐτὸν ἧκον, συμβαλόντε δʼ ἀσπίδαςπολὺν ταραγμὸν ἀμφιβάντʼ εἶχον μάχης.καί πως νοήσας Ἐτεοκλῆς τὸ Θεσσαλὸνἐσήγαγεν σόφισμʼ ὁμιλίᾳ χθονός.ἐξαλλαγεὶς γὰρ τοῦ παρεστῶτος πόνου,λαιὸν μὲν ἐς τοὔπισθεν ἀμφέρει πόδα,πρόσω τὰ κοῖλα γαστρὸς εὐλαβούμενος,προβὰς δὲ κῶλον δεξιὸν διʼ ὀμφαλοῦκαθῆκεν ἔγχος σφονδύλοις τʼ ἐνήρμοσεν.ὁμοῦ δὲ κάμψας πλευρὰ καὶ νηδὺν τάλαςσὺν αἱματηραῖς σταγόσι Πολυνείκης πίτνει.ὃ δʼ, ὡς κρατῶν δὴ καὶ νενικηκὼς μάχῃ,ξίφος δικὼν ἐς γαῖαν ἐσκύλευέ νιντὸν νοῦν πρὸς αὑτὸν οὐκ ἔχων, ἐκεῖσε δέ.ὃ καί νιν ἔσφηλʼ· ἔτι γὰρ ἐμπνέων βραχύ,σῴζων σίδηρον ἐν λυγρῷ πεσήματι,μόλις μέν, ἐξέτεινε δʼ εἰς ἧπαρ ξίφος.Ἐτεοκλέους ὁ πρόσθε Πολυνείκης πεσών.γαῖαν δʼ ὀδὰξ ἑλόντες ἀλλήλων πέλαςπίπτουσιν ἄμφω κοὐ διώρισαν κράτος.φεῦ φεῦ, κακῶν σῶν, Οἰδίπου, σʼ ὅσον στένω·τὰς σὰς δʼ ἀρὰς ἔοικεν ἐκπλῆσαι θεός.ἄκουε δή νυν καὶ τὰ πρὸς τούτοις κακά.ἐπεὶ τέκνω πεσόντʼ ἐλειπέτην βίον,ἐν τῷδε μήτηρ ἡ τάλαινα προσπίτνεισὺν παρθένῳ τε καὶ προθυμίᾳ ποδός.τετρωμένους δʼ ἰδοῦσα καιρίους σφαγὰςᾤμωξεν· ὦ τέκνʼ, ὑστέρα βοηδρόμοςπάρειμι. προσπίτνουσα δʼ ἐν μέρει τέκναἔκλαιʼ, ἐθρήνει, τὸν πολὺν μαστῶν πόνονστένουσʼ, ἀδελφή θʼ ἡ παρασπίζουσʼ ὁμοῦ·