τὰ μὲν πρὸ πύργων εὐτυχήματα χθονὸςοἶσθʼ· οὐ μακρὰν γὰρ τειχέων περιπτυχαί.ὥστʼ οὐχ ἅπαντά σʼ εἰδέναι τὰ δρώμενα.ἐπεὶ δὲ χαλκέοις σῶμʼ ἐκοσμήσανθʼ ὅπλοιςοἱ τοῦ γέροντος Οἰδίπου νεανίαι,ἔστησαν ἐλθόντʼ ἐς μέσον μεταίχμιονδισσὼ στρατηγὼ καὶ διπλὼ στρατηλάταὡς εἰς ἀγῶνα μονομάχου τʼ ἀλκὴν δορός.βλέψας δʼ ἐπʼ Ἄργος ἧκε Πολυνείκης ἀράς·ὦ πότνιʼ Ἥρα — σὸς γάρ εἰμʼ, ἐπεὶ γάμοιςἔζευξʼ Ἀδράστου παῖδα καὶ ναίω χθόνα —δός μοι κτανεῖν ἀδελφόν, ἀντήρη δʼ ἐμὴνκαθαιματῶσαι δεξιὰν νικηφόρον· —αἴσχιστον αἰτῶν στέφανον, ὁμογενῆ κτανεῖν.πολλοῖς δʼ ἐπῄει δάκρυα τῆς τύχης ὅση,κἄβλεψαν ἀλλήλοισι διαδόντες κόρας.Ἐτεοκλέης δὲ Παλλάδος χρυσάσπιδοςβλέψας πρὸς οἶκον ηὔξατʼ· ὦ Διὸς κόρη,δὸς ἔγχος ἡμῖν καλλίνικον ἐκ χερὸςἐς στέρνʼ ἀδελφοῦ τῆσδʼ ἀπʼ ὠλένης βαλεῖνκτανεῖν θʼ ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν.ἐπεὶ δʼ ἀφείθη πυρσὸς ὣς Τυρσηνικῆςσάλπιγγος ἠχὴ σῆμα φοινίου μάχης,ᾖξαν δράμημα δεινὸν ἀλλήλοις ἔπι·κάπροι δʼ ὅπως θήγοντες ἀγρίαν γένυνξυνῆψαν, ἀφρῷ διάβροχοι γενειάδας·ᾖσσον δὲ λόγχαις· ἀλλʼ ὑφίζανον κύκλοις,ὅπως σίδηρος ἐξολισθάνοι μάτην.εἰ δʼ ὄμμʼ ὑπερσχὸν ἴτυος ἅτερος μάθοι,λόγχην ἐνώμα, στόματι προφθῆναι θέλων.ἀλλʼ εὖ προσῆγον ἀσπίδων κεγχρώμασινὀφθαλμόν, ἀργὸν ὥστε γίγνεσθαι δόρυ.πλείων δὲ τοῖς ὁρῶσιν ἐστάλασσʼ ἱδρὼςἢ τοῖσι δρῶσι, διὰ φίλων ὀρρωδίαν.Ἐτεοκλέης δὲ ποδὶ μεταψαίρων πέτρονἴχνους ὑπόδρομον, κῶλον ἐκτὸς ἀσπίδοςτίθησι· Πολυνείκης δʼ ἀπήντησεν δορί,πληγὴν σιδήρῳ παραδοθεῖσαν εἰσιδών,κνήμην τε διεπέρασεν Ἀργεῖον δόρυ·στρατὸς δʼ ἀνηλάλαξε Δαναϊδῶν ἅπας.