αὐτοσφαγῆ δύστηνος ἐκόμισʼ ἐν χεροῖν,βοᾷ δὲ δῶμα πᾶν· ἐγὼ δʼ ἥκω μέταγέρων ἀδελφὴν γραῖαν Ἰοκάστην, ὅπωςλούσῃ προθῆταί τʼ οὐκέτʼ ὄντα παῖδʼ ἐμόν.τοῖς γὰρ θανοῦσι χρὴ τὸν οὐ τεθνηκότατιμὰς διδόντα χθόνιον εὐσεβεῖν θεόν.βέβηκʼ ἀδελφὴ σή, Κρέων, ἔξω δόμωνκόρη τε μητρὸς Ἀντιγόνη κοινῷ ποδί.ποῖ; κἀπὶ ποίαν συμφοράν; σήμαινέ μοι.ἤκουσε τέκνα μονομάχῳ μέλλειν δορὶἐς ἀσπίδʼ ἥξειν βασιλικῶν δόμων ὕπερ.πῶς φῄς; νέκυν τοι παιδὸς ἀγαπάζων ἐμοῦοὐκ ἐς τόδʼ ἦλθον ὥστε καὶ τάδʼ εἰδέναι.ἀλλʼ οἴχεται μὲν σὴ κασιγνήτη πάλαι·δοκῶ δʼ ἀγῶνα τὸν περὶ ψυχῆς, Κρέον,ἤδη πεπρᾶχθαι παισὶ τοῖσιν Οἰδίπου.οἴμοι, τὸ μὲν σημεῖον εἰσορῶ τόδε,σκυθρωπὸν ὄμμα καὶ πρόσωπον ἀγγέλουστείχοντος, ὃς πᾶν ἀγγελεῖ τὸ δρώμενον.ὦ τάλας ἐγώ, τίνʼ εἴπω μῦθον ἢ τίνας γόους;οἰχόμεσθʼ· οὐκ εὐπροσώποις φροιμίοις ἄρχῃ λόγου.ὦ τάλας, δισσῶς ἀυτῶ· μεγάλα γὰρ φέρω κακά.πρὸς πεπραγμένοισιν ἄλλοις πήμασιν. λέγεις δὲ τί;οὐκέτʼ εἰσὶ σῆς ἀδελφῆς παῖδες ἐν φάει, Κρέον.αἰαῖ·μεγάλα μοι θροεῖς πάθεα καὶ πόλει.ὦ δώματʼ εἰσηκούσατʼ Οἰδίπου τάδεπαίδων ὁμοίαις συμφοραῖς ὀλωλότων;ὥστʼ ἂν δακρῦσαί γʼ, εἰ φρονοῦντʼ ἐτύγχανεν.οἴμοι ξυμφορᾶς βαρυποτμωτάτας,οἴμοι κακῶν δύστηνος· ὦ τάλας ἐγώ.εἰ καὶ τὰ πρὸς τούτοισί γʼ εἰδείης κακά.καὶ πῶς γένοιτʼ ἂν τῶνδε δυσποτμώτερα;τέθνηκʼ ἀδελφὴ σὴ δυοῖν παίδοιν μέτα.ἀνάγετʼ ἀνάγετε κωκυ-τόν, ἐπὶ κάρα τε λευκοπήχεις κτύπους χεροῖν.ὦ τλῆμον, οἷον τέρμονʼ, Ἰοκάστη, βίουγάμων τε τῶν σῶν Σφιγγὸς αἰνιγμοὺς ἔτλης.πῶς καὶ πέπρακται διπτύχων παίδων φόνοςἀρᾶς τʼ ἀγώνισμʼ Οἰδίπου; σήμαινέ μοι.