αἰδούμεθʼ ὄχλον.οὐκ ἐν αἰσχύνῃ τὰ σά.δράσω δὲ δὴ τί;συγγόνων λύσεις ἔριν.τί δρῶσα, μῆτερ;προσπίτνουσʼ ἐμοῦ μέτα.ἡγοῦ σὺ πρὸς μεταίχμιʼ· οὐ μελλητέον.ἔπειγʼ ἔπειγε, θύγατερ· ὡς, ἢν μὲν φθάσωπαῖδας πρὸ λόγχης, οὑμὸς ἐν φάει βίος·θανοῦσι δʼ αὐτοῖς συνθανοῦσα κείσομαι.αἰαῖ αἰαῖ, τρομερὰν φρίκᾳτρομερὰν φρένʼ ἔχω· διὰ σάρκα δʼ ἐμὰνἔλεος ἔλεος ἔμολε μα-τέρος δειλαίας.δίδυμα τέκεα πότερος ἄραπότερον αἱμάξει —ἰώ μοι πόνων, ἰὼ Ζεῦ, ἰὼ γᾶ —ὁμογενῆ δέραν, ὁμογενῆ ψυχὰνδιʼ ἀσπίδων, διʼ αἱμάτων;τάλαινʼ ἐγὼ τάλαινα, πό-τερον ἄρα νέκυν ὀλόμενον ἰαχήσω;φεῦ δᾶ φεῦ δᾶ, δίδυμοι θῆρες,φόνιαι ψυχαὶ δορὶ παλλόμεναιπέσεα πέσεα δάιʼ αὐ-τίχʼ αἱμάξετον.τάλανες, ὅ τι ποτὲ μονομάχονἐπὶ φρένʼ ἠλθέτην,βοᾷ βαρβάρῳ στενακτὰν ἰαχὰνμελομέναν νεκροῖς δάκρυσι θρηνήσω.σχεδὸν τύχα πέλας φόνου·κρινεῖ φάος τὸ μέλλον. ἄ-ποτμος ἄποτμος ὁ φόνος ἕνεκʼ Ἐρινύων.ἀλλὰ γὰρ Κρέοντα λεύσσω τόνδε δεῦρο συννεφῆπρὸς δόμους στείχοντα, παύσω τοὺς παρεστῶτας γόους.οἴμοι, τί δράσω; πότερʼ ἐμαυτὸν ἢ πόλινστένω δακρύσας, ἣν πέριξ ἔχει νέφοςτοιοῦτον ὥστε διʼ Ἀχέροντος ἱέναι;ἐμός τε γὰρ παῖς γῆς ὄλωλʼ ὑπερθανών,τοὔνομα λαβὼν γενναῖον, ἀνιαρὸν δʼ ἐμοί·ὃν ἄρτι κρημνῶν ἐκ δρακοντείων ἑλὼν