Κάδμου τε λαὸς ὡς δίκαιʼ ἡγούμενοι.ἐπὶ τοῖσδε δʼ ἐσπείσαντο, κἀν μεταιχμίοιςὅρκους συνῆψαν ἐμμενεῖν στρατηλάται.ἤδη δʼ ἔκρυπτον σῶμα παγχάλκοις ὅπλοιςδισσοὶ γέροντος Οἰδίπου νεανίαι·φίλοι δʼ ἐκόσμουν, τῆσδε μὲν πρόμον χθονὸςΣπαρτῶν ἀριστῆς, τὸν δὲ Δαναϊδῶν ἄκροι.ἔσταν δὲ λαμπρὼ χρῶμά τʼ οὐκ ἠλλαξάτηνμαργῶντʼ ἐπʼ ἀλλήλοισιν ἱέναι δόρυ.παρεξιόντες δʼ ἄλλος ἄλλοθεν φίλωνλόγοις ἐθάρσυνόν τε κἀξηύδων τάδε·Πολύνεικες, ἐν σοὶ Ζηνὸς ὀρθῶσαι βρέταςτρόπαιον Ἄργει τʼ εὐκλεᾶ δοῦναι λόγον·Ἐτεοκλέα δʼ αὖ· νῦν πόλεως ὑπερμαχεῖς,νῦν καλλίνικος γενόμενος σκήπτρων κρατεῖς.τάδʼ ἠγόρευον παρακαλοῦντες ἐς μάχην.μάντεις δὲ μῆλʼ ἔσφαζον, ἐμπύρους τʼ ἀκμὰςῥήξεις τʼ ἐνώμων ὑγρότητʼ ἐναντίανἄκραν τε λαμπάδʼ, ἣ δυοῖν ὅρους ἔχει,νίκης τε σῆμα καὶ τὸ τῶν ἡσσωμένων.ἀλλʼ, εἴ τινʼ ἀλκὴν ἢ σοφοὺς ἔχεις λόγουςἢ φίλτρʼ ἐπῳδῶν, στεῖχʼ, ἐρήτυσον τέκναδεινῆς ἁμίλλης· ὡς ὁ κίνδυνος μέγας·κἄπαθλα δεινὰ δάκρυά σοι γενήσεταιδισσοῖν στερείσῃ τῇδʼ ἐν ἡμέρᾳ τέκνοιν.ὦ τέκνον ἔξελθʼ Ἀντιγόνη δόμων πάρος·οὐκ ἐν χορείαις οὐδὲ παρθενεύμασινῦν σοι προχωρεῖ δαιμόνων κατάστασις,ἀλλʼ ἄνδρʼ ἀρίστω καὶ κασιγνήτω σέθενἐς θάνατον ἐκνεύοντε κωλῦσαί σε δεῖξὺν μητρὶ τῇ σῇ μὴ πρὸς ἀλλήλοιν θανεῖν.τίνʼ, ὦ τεκοῦσα μῆτερ, ἔκπληξιν νέανφίλοις ἀυτεῖς τῶνδε δωμάτων πάρος;ὦ θύγατερ, ἔρρει σῶν κασιγνήτων βίος.πῶς εἶπας;αἰχμὴν ἐς μίαν καθέστατον.οἲ ʼγώ, τί λέξεις, μῆτερ;οὐ φίλʼ, ἀλλʼ ἕπου.ποῖ, παρθενῶνας ἐκλιποῦσʼ;ἀνὰ στρατόν.