καὶ νῦν γὰρ αὐτὴν δαιμόνων ἔσῳσέ τις.καλὸν τὸ νικᾶν· εἰ δʼ ἀμείνονʼ οἱ θεοὶγνώμην ἔχουσιν — εὐτυχὴς εἴην ἐγώ.καλῶς τὰ τῶν θεῶν καὶ τὰ τῆς τύχης ἔχει·παῖδές τε γάρ μοι ζῶσι κἀκπέφευγε γῆ.Κρέων δʼ ἔοικε τῶν ἐμῶν νυμφευμάτωντῶν τʼ Οἰδίπου δύστηνος ἀπολαῦσαι κακῶν,παιδὸς στερηθείς, τῇ πόλει μὲν εὐτυχῶς,ἰδίᾳ δὲ λυπρῶς. ἀλλʼ ἄνελθέ μοι πάλιν,τί τἀπὶ τούτοις παῖδʼ ἐμὼ δρασείετον.ἔα τὰ λοιπά· δεῦρʼ ἀεὶ γὰρ εὐτυχεῖς.τοῦτʼ εἰς ὕποπτον εἶπας· οὐκ ἐατέον.μεῖζον τί χρῄζεις παῖδας ἢ σεσῳσμένους;καὶ τἀπίλοιπά γʼ εἰ καλῶς πράσσω κλύειν.μέθες μʼ· ἔρημος παῖς ὑπασπιστοῦ σέθεν.κακόν τι κεύθεις καὶ στέγεις ὑπὸ σκότῳ.κοὐκ ἄν γε λέξαιμʼ ἐπʼ ἀγαθοῖσι σοῖς κακά.ἢν μή γε φεύγων ἐκφύγῃς πρὸς αἰθέρα.αἰαῖ· τί μʼ οὐκ εἴασας ἐξ εὐαγγέλουφήμης ἀπελθεῖν, ἀλλὰ μηνῦσαι κακά;τὼ παῖδε τὼ σὼ μέλλετον, τολμήματααἴσχιστα, χωρὶς μονομαχεῖν παντὸς στρατοῦ,λέξαντες Ἀργείοισι Καδμείοισί τεἐς κοινὸν οἷον μήποτʼ ὤφελον λόγον.Ἐτεοκλέης δʼ ὑπῆρξʼ ἀπʼ ὀρθίου σταθεὶςπύργου, κελεύσας σῖγα κηρῦξαι στρατῷ·ἔλεξε δʼ· ὦ γῆς Ἑλλάδος στρατηλάταιΔαναῶν ἀριστῆς, οἵπερ ἤλθετʼ ἐνθάδε,Κάδμου τε λαός, μήτε Πολυνείκους χάρινψυχὰς ἀπεμπολᾶτε μήθʼ ἡμῶν ὕπερ.ἐγὼ γὰρ αὐτὸς τόνδε κίνδυνον μεθεὶςμόνος συνάψω συγγόνῳ τὠμῷ μάχην·κἂν μὲν κτάνω τόνδʼ, οἶκον οἰκήσω μόνος,ἡσσώμενος δὲ τῷδε παραδώσω μόνῳ·ὑμεῖς δʼ ἀγῶνʼ ἀφέντες, Ἀργεῖοι, χθόνανίσεσθε, βίοτον μὴ λιπόντες ἐνθάδε,Σπαρτῶν τε λαὸς ἅλις ὅσος κεῖται νεκρός.τοσαῦτʼ ἔλεξε· σὸς δὲ Πολυνείκης γόνοςἐκ τάξεων ὤρουσε κἀπῄνει λόγους.πάντες δʼ ἐπερρόθησαν Ἀργεῖοι τάδε