ξανθὸν δὲ κρᾶτα διεπάλυνε καὶ ῥαφὰςἔρρηξεν ὀστέων, ἄρτι δʼ οἰνωπὸν γένυνκαθῃμάτωσεν· οὐδʼ ἀποίσεται βίοντῇ καλλιτόξῳ μητρὶ Μαινάλου κόρῃ.ἐπεὶ δὲ τάσδʼ ἐσεῖδεν εὐτυχεῖς πύλας,ἄλλας ἐπῄει παῖς σός, εἱπόμην δʼ ἐγώ.ὁρῶ δὲ Τυδέα καὶ παρασπιστὰς πυκνοὺςΑἰτωλίσιν λόγχαισιν εἰς ἄκρον στόμαπύργων ἀκοντίζοντας, ὥστʼ ἐπάλξεωνλιπεῖν ἐρίπνας φυγάδας· ἀλλά νιν πάλινκυναγὸς ὡσεὶ παῖς σὸς ἐξαθροίζεται,πύργοις δʼ ἐπέστησʼ αὖθις. ἐς δʼ ἄλλας πύλαςἠπειγόμεσθα, τοῦτο παύσαντες νοσοῦν.Καπανεὺς δὲ πῶς εἴποιμʼ ἂν ὡς ἐμαίνετο;μακραύχενος γὰρ κλίμακος προσαμβάσειςἔχων ἐχώρει, καὶ τοσόνδʼ ἐκόμπασε,μηδʼ ἂν τὸ σεμνὸν πῦρ νιν εἰργαθεῖν Διὸςτὸ μὴ οὐ κατʼ ἄκρων περγάμων ἑλεῖν πόλιν.καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ πετρούμενοςἀνεῖρφʼ ὑπʼ αὐτὴν ἀσπίδʼ εἱλίξας δέμας,κλίμακος ἀμείβων ξέστʼ ἐνηλάτων βάθρα.ἤδη δʼ ὑπερβαίνοντα γεῖσα τειχέωνβάλλει κεραυνῷ Ζεύς νιν· ἐκτύπησε δὲχθών, ὥστε δεῖσαι πάντας· ἐκ δὲ κλιμάκωνἐσφενδονᾶτο χωρὶς ἀλλήλων μέλη,κόμαι μὲν εἰς Ὄλυμπον, αἷμα δʼ ἐς χθόνα,χεῖρες δὲ καὶ κῶλʼ ὡς κύκλωμʼ Ἰξίονοςεἱλίσσετʼ· ἐς γῆν δʼ ἔμπυρος πίπτει νεκρός.ὡς δʼ εἶδʼ Ἄδραστος Ζῆνα πολέμιον στρατῷ,ἔξω τάφρου καθῖσεν Ἀργείων στρατόν.οἱ δʼ αὖ παρʼ ἡμῶν δεξιὸν Διὸς τέραςἰδόντες ἐξήλαυνον ἁρμάτων ὄχουςἱππῆς ὁπλῖται, κἀς μέσʼ Ἀργείων ὅπλασυνῆψαν ἔγχη· πάντα δʼ ἦν ὁμοῦ κακά·ἔθνῃσκον ἐξέπιπτον ἀντύγων ἄπο,τροχοί τʼ ἐπήδων ἄξονές τʼ ἐπʼ ἄξοσι,νεκροὶ δὲ νεκροῖς ἐξεσωρεύονθʼ ὁμοῦ.πύργων μὲν οὖν γῆς ἔσχομεν κατασκαφὰςἐς τὴν παροῦσαν ἡμέραν· εἰ δʼ εὐτυχὴςἔσται τὸ λοιπὸν ἥδε γῆ, θεοῖς μέλει·