Ὁμολωίσιν δὲ τάξιν εἶχε πρὸς πύλαιςΤυδεύς, λέοντος δέρος ἔχων ἐπʼ ἀσπίδιχαίτῃ πεφρικός· δεξιᾷ δὲ λαμπάδαΤιτὰν Προμηθεὺς ἔφερεν ὡς πρήσων πόλιν.ὁ σὸς δὲ Κρηναίαισι Πολυνείκης πύλαιςἌρη προσῆγε· Ποτνιάδες δʼ ἐπʼ ἀσπίδιἐπίσημα πῶλοι δρομάδες ἐσκίρτων φόβῳ,εὖ πως στρόφιγξιν ἔνδοθεν κυκλούμεναιπόρπαχʼ ὑπʼ αὐτόν, ὥστε μαίνεσθαι δοκεῖν.ὁ δʼ οὐκ ἔλασσον Ἄρεος ἐς μάχην φρονῶνΚαπανεὺς προσῆγε λόχον ἐπʼ Ἠλέκτραις πύλαις·σιδηρονώτοις δʼ ἀσπίδος τύποις ἐπῆνγίγας ἐπʼ ὤμοις γηγενὴς ὅλην πόλινφέρων μοχλοῖσιν ἐξανασπάσας βάθρων,ὑπόνοιαν ἡμῖν οἷα πείσεται πόλις.ταῖς δʼ ἑβδόμαις Ἄδραστος ἐν πύλαισιν ἦν,ἑκατὸν ἐχίδναις ἀσπίδʼ ἐκπληρῶν γραφῇ,ὕδρας ἔχων λαιοῖσιν ἐν βραχίοσινἈργεῖον αὔχημʼ· ἐκ δὲ τειχέων μέσωνδράκοντες ἔφερον τέκνα Καδμείων γνάθοις.παρῆν δʼ ἑκάστου τῶνδέ μοι θεάματαξύνθημα παρφέροντι ποιμέσιν λόχων.καὶ πρῶτα μὲν τόξοισι καὶ μεσαγκύλοιςἐμαρνάμεσθα σφενδόναις θʼ ἑκηβόλοιςπετρῶν τʼ ἀραγμοῖς· ὡς δʼ ἐνικῶμεν μάχῃ,ἔκλαγξε Τυδεὺς καὶ σὸς ἐξαίφνης γόνος·ὦ τέκνα Δαναῶν, πρὶν κατεξάνθαι βολαῖς,τί μέλλετʼ ἄρδην πάντες ἐμπίπτειν πύλαις,γυμνῆτες ἱππῆς ἁρμάτων τʼ ἐπιστάται;ἠχῆς δʼ ὅπως ἤκουσαν, οὔτις ἀργὸς ἦν·πολλοὶ δʼ ἔπιπτον κρᾶτας αἱματούμενοι,ἡμῶν τʼ ἐς οὖδας εἶδες ἂν πρὸ τειχέωνπυκνοὺς κυβιστητῆρας ἐκπεπνευκότας·ξηρὰν δʼ ἔδευον γαῖαν αἵματος ῥοαῖς.ὁ δʼ Ἀρκάς, οὐκ Ἀργεῖος, Ἀταλάντης γόνοςτυφὼς πύλαισιν ὥς τις ἐμπεσὼν βοᾷπῦρ καὶ δικέλλας, ὡς κατασκάψων πόλιν·ἀλλʼ ἔσχε μαργῶντʼ αὐτὸν ἐναλίου θεοῦΠερικλύμενος παῖς λᾶαν ἐμβαλὼν κάρᾳἁμαξοπληθῆ, γεῖσʼ ἐπάλξεων ἄπο·