ἑστᾶσʼ ἄθραυστοι, κοὐκ ἀνήρπασται πόλις.ἦλθον δὲ πρὸς κίνδυνον Ἀργείου δορός;ἀκμήν γʼ ἐπʼ αὐτήν· ἀλλʼ ὁ Καδμείων Ἄρηςκρείσσων κατέστη τοῦ Μυκηναίου δορός.ἓν εἰπὲ πρὸς θεῶν, εἴ τι Πολυνείκους πέριοἶσθʼ· ὡς μέλει μοι καὶ τόδʼ, εἰ λεύσσει φάος.ζῇ σοι ξυνωρὶς ἐς τόδʼ ἡμέρας τέκνων.εὐδαιμονοίης. πῶς γὰρ Ἀργείων δόρυπυλῶν ἀπεστήσασθε πυργηρούμενοι;λέξον, γέροντα τυφλὸν ὡς κατὰ στέγαςἐλθοῦσα τέρψω, τῆσδε γῆς σεσῳσμένης.ἐπεὶ Κρέοντος παῖς ὁ γῆς ὑπερθανὼνπύργων ἐπʼ ἄκρων στὰς μελάνδετον ξίφοςλαιμῶν διῆκε τῇδε γῇ σωτήριον,λόχους ἔνειμεν ἑπτὰ καὶ λοχαγέταςπύλας ἐφʼ ἑπτά, φύλακας Ἀργείου δορός,σὸς παῖς, ἐφέδρους δʼ ἱππότας μὲν ἱππόταιςἔταξʼ, ὁπλίτας δʼ ἀσπιδηφόροις ἔπι,ὡς τῷ νοσοῦντι τειχέων εἴη δορὸςἀλκὴ διʼ ὀλίγου. περγάμων δʼ ἀπʼ ὀρθίωνλεύκασπιν εἰσορῶμεν Ἀργείων στρατὸνΤευμησὸν ἐκλιπόντα, καὶ τάφρου πέλαςδρόμῳ ξυνῆψαν ἄστυ Καδμείας χθονός.παιὰν δὲ καὶ σάλπιγγες ἐκελάδουν ὁμοῦἐκεῖθεν ἔκ τε τειχέων ἡμῶν πάρα.καὶ πρῶτα μὲν προσῆγε Νηίταις πύλαιςλόχον πυκναῖσιν ἀσπίσιν πεφρικόταὁ τῆς κυναγοῦ Παρθενοπαῖος ἔκγονος,ἐπίσημʼ ἔχων οἰκεῖον ἐν μέσῳ σάκει,ἑκηβόλοις τόξοισιν Ἀταλάντην κάπρονχειρουμένην Αἰτωλόν. ἐς δὲ Προιτίδαςπύλας ἐχώρει σφάγιʼ ἔχων ἐφʼ ἅρματιὁ μάντις Ἀμφιάραος, οὐ σημεῖʼ ἔχωνὑβρισμένʼ, ἀλλὰ σωφρόνως ἄσημʼ ὅπλα.Ὠγύγια δʼ ἐς πυλώμαθʼ Ἱππομέδων ἄναξἔστειχʼ ἔχων σημεῖον ἐν μέσῳ σάκειστικτοῖς Πανόπτην ὄμμασιν δεδορκότα,τὰ μὲν σὺν ἄστρων ἐπιτολαῖσιν ὄμματαβλέποντα, τὰ δὲ κρύπτοντα δυνόντων μέτα,ὡς ὕστερον θανόντος εἰσορᾶν παρῆν.