ἁ πτεροῦσσα παρθένος τινʼ ἀνδρῶν.χρόνῳ δʼ ἔβαΠυθίαις ἀποστολαῖσινΟἰδίπους ὁ τλάμωνΘηβαίαν τάνδε γᾶντότʼ ἀσμένοις, πάλιν δʼ ἄχη·ματρὶ γὰρ γάμουςδυσγάμους τάλαςκαλλίνικος ὢναἰνιγμάτων συνάπτει,μιαίνει δὲ πτόλιν·διʼ αἱμάτων δʼ ἀμείβειμυσαρὸν εἰς ἀγῶνακαταβαλὼν ἀραῖσιτέκεα μέλεος. ἀγάμεθʼ ἀγάμεθʼ,ὃς ἐπὶ θάνατον οἴχεταιγᾶς ὑπὲρ πατρῴας,Κρέοντι μὲν λιπὼν γόους,τὰ δʼ ἑπτάπυργα κλῇθρα γᾶςκαλλίνικα θήσων.γενοίμεθʼ ὧδε ματέρεςγενοίμεθʼ εὔτεκνοι, φίλαΠαλλάς, ἃ δράκοντος αἷμαλιθόβολον κατειργάσω,Καδμείαν μέριμνανὁρμήσασʼ ἐπʼ ἔργον,ὅθεν ἐπέσυτο τάνδε γαῖανἁρπαγαῖσι δαιμόνων τις ἄτα.ὠή, τίς ἐν πύλαισι δωμάτων κυρεῖ;ἀνοίγετʼ· ἐκπορεύετʼ Ἰοκάστην δόμων.ὠὴ μάλʼ αὖθις· διὰ μακροῦ μέν, ἀλλʼ ὅμωςἔξελθʼ, ἄκουσον, Οἰδίπου κλεινὴ δάμαρ,λήξασʼ ὀδυρμῶν πενθίμων τε δακρύων.ὦ φίλτατʼ, οὔ που ξυμφορὰν ἥκεις φέρωνἘτεοκλέους θανόντος, οὗ παρʼ ἀσπίδαβέβηκας αἰεὶ πολεμίων εἴργων βέλη;τί μοί ποθʼ ἥκεις καινὸν ἀγγελῶν ἔπος;τέθνηκεν ἢ ζῇ παῖς ἐμός; σήμαινέ μοι.ζῇ, μὴ τρέσῃς τόδʼ, ὥς σʼ ἀπαλλάξω φόβου.τί δʼ; ἑπτάπυργοι πῶς ἔχουσι περιβολαί;