πρὸς ἧπαρ ὦσαι δίστομον ξίφος τόδετύμβου ʼπὶ νώτοις τοῦδʼ, ἵνʼ αἵματος ῥοαὶτάφου καταστάζωσι· κεισόμεσθα δὲνεκρὼ δύʼ ἑξῆς τῷδʼ ἐπὶ ξεστῷ τάφῳ,ἀθάνατον ἄλγος σοί, ψόγος δὲ σῷ πατρί.οὐ γὰρ γαμεῖ τήνδʼ οὔτε σύγγονος σέθενοὔτʼ ἄλλος οὐδείς· ἀλλʼ ἐγώ σφʼ ἀπάξομαι,εἰ μὴ πρὸς οἴκους δυνάμεθʼ, ἀλλὰ πρὸς νεκρούς.τί ταῦτα; δακρύοις ἐς τὸ θῆλυ τρεπόμενοςἐλεινὸς ἦν ἂν μᾶλλον ἢ δραστήριος.κτεῖνʼ, εἰ δοκεῖ σοι· δυσκλεᾶς γὰρ οὐ κτενεῖς·μᾶλλόν γε μέντοι τοῖς ἐμοῖς πείθου λόγοις,ἵνʼ ᾖς δικαία καὶ δάμαρτʼ ἐγὼ λάβω.ἐν σοὶ βραβεύειν, ὦ νεᾶνι, τοὺς λόγους·οὕτω δὲ κρῖνον, ὡς ἅπασιν ἁνδάνῃς.ἐγὼ πέφυκά τʼ εὐσεβεῖν καὶ βούλομαι,φιλῶ τʼ ἐμαυτήν, καὶ κλέος τοὐμοῦ πατρὸςοὐκ ἂν μιάναιμʼ, οὐδὲ συγγόνῳ χάρινδοίην ἂν ἐξ ἧς δυσκλεὴς φανήσομαι.ἔνεστι δʼ ἱερὸν τῆς δίκης ἐμοὶ μέγαἐν τῇ φύσει· καὶ τοῦτο Νηρέως πάραἔχουσα σῴζειν, Μενέλεως, πειράσομαι.Ἥρᾳ δʼ, ἐπείπερ βούλεταί σʼ εὐεργετεῖν,ἐς ταὐτὸν οἴσω ψῆφον· ἡ Κύπρις δʼ ἐμοὶἵλεως μὲν εἴη, ξυμβέβηκε δʼ οὐδαμοῦ·πειράσομαι δὲ παρθένος μένειν ἀεί.ἃ δʼ ἀμφὶ τύμβῳ τῷδʼ ὀνειδίζεις πατρί,ἡμῖν ὅδʼ αὑτὸς μῦθος. ἀδικοίημεν ἄν,εἰ μὴ ἀποδώσω· καὶ γὰρ ἂν κεῖνος βλέπωνἀπέδωκεν ἂν σοὶ τήνδʼ ἔχειν, ταύτῃ δὲ σέ.καὶ γὰρ τίσις τῶνδʼ ἐστὶ τοῖς τε νερτέροιςκαὶ τοῖς ἄνωθεν πᾶσιν ἀνθρώποις· ὁ νοῦςτῶν κατθανόντων ζῇ μὲν οὔ, γνώμην δʼ ἔχειἀθάνατον εἰς ἀθάνατον αἰθέρʼ ἐμπεσών.ὡς οὖν παραινῶ μὴ μακράν, σιγήσομαιἅ μου καθικετεύσατʼ, οὐδὲ μωρίᾳξύμβουλος ἔσομαι τῇ κασιγνήτου ποτέ.εὐεργετῶ γὰρ κεῖνον οὐ δοκοῦσʼ ὅμως,ἐκ δυσσεβείας ὅσιον εἰ τίθημί νιν.αὐτοὶ μὲν οὖν ὁδόν τινʼ ἐξευρίσκετε,