ἐς ταὐτὸν ἦλθε τοῖς τεκοῦσι τοὺς τρόπους.οἰκτρὸν μὲν οἱ παρόντες ἐν μέσῳ λόγοι,οἰκτρὰ δὲ καὶ σύ. τοὺς δὲ Μενέλεω ποθῶλόγους ἀκοῦσαι τίνας ἐρεῖ ψυχῆς πέρι.ἐγὼ σὸν οὔτʼ ἂν προσπεσεῖν τλαίην γόνυοὔτʼ ἂν δακρῦσαι βλέφαρα· τὴν Τροίαν γὰρ ἂνδειλοὶ γενόμενοι πλεῖστον αἰσχύνοιμεν ἄν.καίτοι λέγουσιν ὡς πρὸς ἀνδρὸς εὐγενοῦςἐν ξυμφοραῖσι δάκρυʼ ἀπʼ ὀφθαλμῶν βαλεῖν.ἀλλʼ οὐχὶ τοῦτο τὸ καλόν, εἰ καλὸν τόδε,αἱρήσομαι ʼγὼ πρόσθε τῆς εὐψυχίας.ἀλλʼ, εἰ μὲν ἄνδρα σοι δοκεῖ σῷσαι ξένονζητοῦντά γʼ ὀρθῶς ἀπολαβεῖν δάμαρτʼ ἐμήν,ἀπόδος τε καὶ πρὸς σῷσον· εἰ δὲ μὴ δοκεῖ,ἐγὼ μὲν οὐ νῦν πρῶτον ἀλλὰ πολλάκιςἄθλιος ἂν εἴην, σὺ δὲ γυνὴ κακὴ φανῇ.ἃ δʼ ἄξιʼ ἡμῶν καὶ δίκαιʼ ἡγούμεθακαὶ σῆς μάλιστα καρδίας ἀνθάψεται,λέξω τάδʼ ἀμφὶ μνῆμα σοῦ πατρὸς πόθῳ·ὦ γέρον, ὃς οἰκεῖς τόνδε λάινον τάφον,ἀπόδος, ἀπαιτῶ τὴν ἐμὴν δάμαρτά σε,ἣν Ζεὺς ἔπεμψε δεῦρό σοι σῴζειν ἐμοί.οἶδʼ οὕνεκʼ ἡμῖν οὔποτʼ ἀποδώσεις θανών·ἀλλʼ ἥδε πατέρα νέρθεν ἀνακαλούμενονοὐκ ἀξιώσει τὸν πρὶν εὐκλεέστατονκακῶς ἀκοῦσαι· κυρία γάρ ἐστι νῦν.ὦ νέρτερʼ Ἅιδη, καὶ σὲ σύμμαχον καλῶ,ὃς πόλλʼ ἐδέξω τῆσδʼ ἕκατι σώματαπεσόντα τὠμῷ φασγάνῳ, μισθὸν δʼ ἔχεις·ἢ νῦν ἐκείνους ἀπόδος ἐμψύχους πάλιν,ἢ τήνδε πατρὸς εὐσεβοῦς ἀνάγκασονκρείσσω φανεῖσαν τἀμά γʼ ἀποδοῦναι λέχη.εἰ δʼ ἐμὲ γυναῖκα τὴν ἐμὴν συλήσετε,ἅ σοι παρέλιπεν ἥδε τῶν λόγων, φράσω.ὅρκοις κεκλῄμεθʼ, ὡς μάθῃς, ὦ παρθένε,πρῶτον μὲν ἐλθεῖν διὰ μάχης σῷ συγγόνῳκἀκεῖνον ἢ ʼμὲ δεῖ θανεῖν· ἁπλοῦς λόγος.ἢν δʼ ἐς μὲν ἀλκὴν μὴ πόδʼ ἀντιθῇ ποδί,λιμῷ δὲ θηρᾷ τύμβον ἱκετεύοντε νώ,κτανεῖν δέδοκται τήνδε μοι κἄπειτʼ ἐμὸν