ἐγὼ δʼ ἀποστᾶσʼ ἐκποδὼν σιγήσομαι.ἐκ τῶν θεῶν δʼ ἄρχεσθε χἱκετεύετετὴν μέν σʼ ἐᾶσαι πατρίδα νοστῆσαι Κύπριν,Ἥρας δὲ τὴν ἔννοιαν ἐν ταὐτῷ μένεινἣν ἐς σὲ καὶ σὸν πόσιν ἔχει σωτηρίας.σὺ δʼ, ὦ θανών μοι πάτερ, ὅσον γʼ ἐγὼ σθένω,οὔποτε κεκλήσῃ δυσσεβὴς ἀντʼ εὐσεβοῦς.οὐδείς ποτʼ εὐτύχησεν ἔκδικος γεγώς,ἐν τῷ δικαίῳ δʼ ἐλπίδες σωτηρίας.Μενέλαε, πρὸς μὲν παρθένου σεσῴσμεθα·τοὐνθένδε δὴ σὲ τοὺς λόγους φέροντα χρὴκοινὴν ξυνάπτειν μηχανὴν σωτηρίας.ἄκουε δή νυν· χρόνιος εἶ κατὰ στέγαςκαὶ συντέθραψαι προσπόλοισι βασιλέως.τί τοῦτʼ ἔλεξας; ἐσφέρεις γὰρ ἐλπίδαςὡς δή τι δράσων χρηστὸν ἐς κοινόν γε νῷν.πείσειας ἄν τινʼ οἵτινες τετραζύγωνὄχων ἀνάσσουσʼ, ὥστε νῷν δοῦναι δίφρους;πείσαιμʼ ἄν· ἀλλὰ τίνα φυγὴν φευξούμεθαπεδίων ἄπειροι βαρβάρου τʼ ὄντες χθονός;ἀδύνατον εἶπας. φέρε, τί δʼ, εἰ κρυφθεὶς δόμοιςκτάνοιμʼ ἄνακτα τῷδε διστόμῳ ξίφει;οὐκ ἄν σʼ ἀνάσχοιτʼ οὐδὲ σιγήσειεν ἂνμέλλοντʼ ἀδελφὴ σύγγονον κατακτενεῖν.ἀλλʼ οὐδὲ μὴν ναῦς ἔστιν ᾗ σωθεῖμεν ἂνφεύγοντες· ἣν γὰρ εἴχομεν θάλασσʼ ἔχει.ἄκουσον, ἤν τι καὶ γυνὴ λέξῃ σοφόν.βούλῃ λέγεσθαι, μὴ θανών, λόγῳ θανεῖν;κακὸς μὲν ὄρνις· εἰ δὲ κερδανῶ, λέγεινἕτοιμός εἰμι μὴ θανὼν λόγῳ θανεῖν.καὶ μὴν γυναικείοις σʼ ἂν οἰκτισαίμεθακουραῖσι καὶ θρήνοισι πρὸς τὸν ἀνόσιον.σωτηρίας δὲ τοῦτʼ ἔχει τί νῷν ἄκος;παλαιότης γὰρ τῷ λόγῳ γʼ ἔνεστί τις.ὡς δὴ θανόντα σʼ ἐνάλιον κενῷ τάφῳθάψαι τύραννον τῆσδε γῆς αἰτήσομαι.καὶ δὴ παρεῖκεν· εἶτα πῶς ἄνευ νεὼςσωθησόμεσθα κενοταφοῦντʼ ἐμὸν δέμας;δοῦναι κελεύσω πορθμίδʼ, ᾗ καθήσομαικόσμον τάφῳ σῷ πελαγίους ἐς ἀγκάλας.