Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδονλευκῆς τακείσης χιόνος ὑγραίνει γύας.Πρωτεὺς δʼ ὅτʼ ἔζη τῆσδε γῆς τύραννος ἦν,Φάρον μὲν οἰκῶν νῆσον, Αἰγύπτου δʼ ἄναξ,ὃς τῶν κατʼ οἶδμα παρθένων μίαν γαμεῖ,Ψαμάθην, ἐπειδὴ λέκτρʼ ἀφῆκεν Αἰακοῦ.τίκτει δὲ τέκνα δισσὰ τοῖσδε δώμασι,Θεοκλύμενον ἄρσενʼ ὅτι δὴ θεοὺς σέβωνβίον διήνεγκʼ εὐγενῆ τε παρθένονΕἰδώ, τὸ μητρὸς ἀγλάισμʼ, ὅτʼ ἦν βρέφος·ἐπεὶ δʼ ἐς ἥβην ἦλθεν ὡραίαν γάμων,καλοῦσιν αὐτὴν Θεονόην· τὰ θεῖα γὰρτά τʼ ὄντα καὶ μέλλοντα πάντʼ ἠπίστατο,προγόνου λαβοῦσα Νηρέως τιμὰς πάρα.ἡμῖν δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμοςΣπάρτη, πατὴρ δὲ Τυνδάρεως· ἔστιν δὲ δὴλόγος τις ὡς Ζεὺς μητέρʼ ἔπτατʼ εἰς ἐμὴνΛήδαν κύκνου μορφώματʼ ὄρνιθος λαβών,ὃς δόλιον εὐνὴν ἐξέπραξʼ ὑπʼ αἰετοῦδίωγμα φεύγων, εἰ σαφὴς οὗτος λόγος·Ἑλένη δʼ ἐκλήθην. ἃ δὲ πεπόνθαμεν κακὰλέγοιμʼ ἄν. ἦλθον τρεῖς θεαὶ κάλλους πέριἸδαῖον ἐς κευθμῶνʼ Ἀλέξανδρον πάρα,Ἥρα Κύπρις τε διογενής τε παρθένος,μορφῆς θέλουσαι διαπεράνασθαι κρίσιν.τοὐμὸν δὲ κάλλος, εἰ καλὸν τὸ δυστυχές,Κύπρις προτείνασʼ ὡς Ἀλέξανδρος γαμεῖ,νικᾷ. λιπὼν δὲ βούσταθμʼ Ἰδαῖος ΠάριςΣπάρτην ἀφίκεθʼ ὡς ἐμὸν σχήσων λέχος.Ἥρα δὲ μεμφθεῖσʼ οὕνεκʼ οὐ νικᾷ θεάς,ἐξηνέμωσε τἄμʼ Ἀλεξάνδρῳ λέχη,δίδωσι δʼ οὐκ ἔμʼ, ἀλλʼ ὁμοιώσασʼ ἐμοὶεἴδωλον ἔμπνουν οὐρανοῦ ξυνθεῖσʼ ἄπο,Πριάμου τυράννου παιδί· καὶ δοκεῖ μʼ ἔχειν —κενὴν δόκησιν, οὐκ ἔχων. τὰ δʼ αὖ Διὸςβουλεύματʼ ἄλλα τοῖσδε συμβαίνει κακοῖς·πόλεμον γὰρ εἰσήνεγκεν Ἑλλήνων χθονὶκαὶ Φρυξὶ δυστήνοισιν, ὡς ὄχλου βροτῶνπλήθους τε κουφίσειε μητέρα χθόνα