μισεῖ γὰρ ὁ θεὸς τὴν βίαν, τὰ κτητὰ δὲκτᾶσθαι κελεύει πάντας οὐκ ἐς ἁρπαγάς.ἐατέος δʼ ὁ πλοῦτος ἄδικός τις ὤν.κοινὸς γάρ ἐστιν οὐρανὸς πᾶσιν βροτοῖςκαὶ γαῖʼ, ἐν ᾗ χρὴ δώματʼ ἀναπληρουμένουςτἀλλότρια μὴ σχεῖν μηδʼ ἀφαιρεῖσθαι βίᾳ.ἡμᾶς δὲ καιρίως μέν, ἀθλίως δʼ ἐμοί,Ἑρμῆς ἔδωκε πατρὶ σῷ σῴζειν πόσειτῷδʼ ὃς πάρεστι κἀπολάζυσθαι θέλει.πῶς οὖν θανὼν ἂν ἀπολάβοι; κεῖνος δὲ πῶςτὰ ζῶντα τοῖς θανοῦσιν ἀποδοίη ποτʼ ἄν;ἤδη τὰ τοῦ θεοῦ καὶ τὰ τοῦ πατρὸς σκόπει·πότερον ὁ δαίμων χὡ θανὼν τὰ τῶν πέλαςβούλοιντʼ ἂν ἢ οὐ βούλοιντʼ ἂν ἀποδοῦναι πάλιν;δοκῶ μέν. οὔκουν χρή σε συγγόνῳ πλέοννέμειν ματαίῳ μᾶλλον ἢ χρηστῷ πατρί.εἰ δʼ οὖσα μάντις καὶ τὰ θεῖʼ ἡγουμένητὸ μὲν δίκαιον τοῦ πατρὸς διαφθερεῖς,τῷ δʼ οὐ δικαίῳ συγγόνῳ σώσεις χάριν,αἰσχρὸν τὰ μέν σε θεῖα πάντʼ ἐξειδέναι,τά τʼ ὄντα καὶ μέλλοντα, τὰ δὲ δίκαια μή.τήν τʼ ἀθλίαν ἔμʼ, οἷσιν ἔγκειμαι κακοῖς,ῥῦσαι, πάρεργον δοῦσα τοῦτο τῆς τύχης·Ἑλένην γὰρ οὐδεὶς ὅστις οὐ στυγεῖ βροτῶν·ἣ κλῄζομαι καθʼ Ἑλλάδʼ ὡς προδοῦσʼ ἐμὸνπόσιν Φρυγῶν ᾤκησα πολυχρύσους δόμους.ἢν δʼ Ἑλλάδʼ ἔλθω κἀπιβῶ Σπάρτης πάλιν,κλύοντες εἰσιδόντες ὡς τέχναις θεῶνὤλοντʼ, ἐγὼ δὲ προδότις οὐκ ἄρʼ ἦ φίλων,πάλιν μʼ ἀνάξουσʼ ἐς τὸ σῶφρον αὖθις αὖ,ἑδνώσομαί τε θυγατέρʼ, ἣν οὐδεὶς γαμεῖ,τὴν δʼ ἐνθάδʼ ἐκλιποῦσʼ ἀλητείαν πικρὰνὄντων ἐν οἴκοις χρημάτων ὀνήσομαι.κεἰ μὲν θανὼν ὅδʼ ἐν πυρᾷ κατεσφάγη,πρόσω σφʼ ἀπόντα δακρύοις ἂν ἠγάπων·νῦν δʼ ὄντα καὶ σωθέντʼ ἀφαιρεθήσομαι;μὴ δῆτα, παρθένʼ, ἀλλά σʼ ἱκετεύω τόδε·δὸς τὴν χάριν μοι τήνδε καὶ μιμοῦ τρόπουςπατρὸς δικαίου· παισὶ γὰρ κλέος τόδεκάλλιστον, ὅστις ἐκ πατρὸς χρηστοῦ γεγὼς