Τροίας δὲ σωθεὶς κἀπὸ βαρβάρου χθονὸςἐς βάρβαρʼ ἐλθὼν φάσγανʼ αὖθις ἐμπεσῇ.ἡγοῦ σύ μοι φέρουσα λαμπτήρων σέλαςθείου δε σεμνὸν θεσμὸν αἰθέρος μυχούς,ὡς πνεῦμα καθαρὸν οὐρανοῦ δεξώμεθα·σὺ δʼ αὖ κέλευθον εἴ τις ἔβλαψεν ποδὶστείβων ἀνοσίῳ, δὸς καθαρσίῳ φλογί,κροῦσον δὲ πεύκην, ἵνα διεξέλθω, πυρός.νόμον δὲ τὸν ἐμὸν θεοῖσιν ἀποδοῦσαι πάροςἐφέστιον φλόγʼ ἐς δόμους κομίζετε.Ἑλένη, τί τἀμὰ — πῶς ἔχει — θεσπίσματα;ἥκει πόσις σοι Μενέλεως ὅδʼ ἐμφανής,νεῶν στερηθεὶς τοῦ τε σοῦ μιμήματος.ὦ τλῆμον, οἵους διαφυγὼν ἦλθες πόνους,οὐδʼ οἶσθα νόστον οἴκαδʼ εἴτʼ αὐτοῦ μενεῖς·ἔρις γὰρ ἐν θεοῖς σύλλογός τε σοῦ πέριἔσται πάρεδρος Ζηνὶ τῷδʼ ἐν ἤματι.Ἥρα μέν, ἥ σοι δυσμενὴς πάροιθεν ἦν,νῦν ἐστιν εὔνους κἀς πάτραν σῷσαι θέλειξὺν τῇδʼ, ἵνʼ Ἑλλὰς τοὺς Ἀλεξάνδρου γάμους,δώρημα Κύπριδος, ψευδονυμφεύτους μάθῃ·Κύπρις δὲ νόστον σὸν διαφθεῖραι θέλει,ὡς μὴ ʼξελεγχθῇ μηδὲ πριαμένη φανῇτὸ κάλλος, Ἑλένης οὕνεκʼ, ἀνονήτοις γάμοις.τέλος δʼ ἐφʼ ἡμῖν, εἴθʼ, ἃ βούλεται Κύπρις,λέξασʼ ἀδελφῷ σʼ ἐνθάδʼ ὄντα διολέσω,εἴτʼ αὖ μεθʼ Ἥρας στᾶσα σὸν σώσω βίον,κρύψασʼ ὁμαίμονʼ, ὅς με προστάσσει τάδεεἰπεῖν, ὅταν γῆν τήνδε νοστήσας τύχῃςτίς εἶσʼ ἀδελφῷ τόνδε σημανῶν ἐμῷπαρόνθʼ, ὅπως ἂν τοὐμὸν ἀσφαλῶς ἔχῃ;ὦ παρθένʼ, ἱκέτις ἀμφὶ σὸν πίτνω γόνυκαὶ προσκαθίζω θᾶκον οὐκ εὐδαίμοναὑπέρ τʼ ἐμαυτῆς τοῦδέ θʼ, ὃν μόλις ποτὲλαβοῦσʼ ἐπʼ ἀκμῆς εἰμι κατθανόντʼ ἰδεῖν·μή μοι κατείπῃς σῷ κασιγνήτῳ πόσιντόνδʼ εἰς ἐμὰς ἥκοντα φιλτάτας χέρας,σῷσον δέ, λίσσομαί σε· συγγόνῳ δὲ σῷτὴν εὐσέβειαν μὴ προδῷς τὴν σήν ποτε,χάριτας πονηρὰς κἀδίκους ὠνουμένη.