πάντʼ οἶδʼ, ἐρεῖ τε συγγόνῳ παρόντα σε.θνῄσκοιμεν ἄν· λαθεῖν γὰρ οὐχ οἷόν τέ μοι.ἴσως ἂν ἀναπείσαιμεν ἱκετεύοντέ νιν —τί χρῆμα δρᾶσαι; τίνʼ ὑπάγεις μʼ ἐς ἐλπίδα;παρόντα γαίᾳ μὴ φράσαι σε συγγόνῳ.πείσαντε δʼ ἐκ γῆς διορίσαιμεν ἂν πόδα;κοινῇ γʼ ἐκείνῃ ῥᾳδίως, λάθρᾳ δʼ ἂν οὔ.σὸν ἔργον, ὡς γυναικὶ πρόσφορον γυνή.ὡς οὐκ ἄχρωστα γόνατʼ ἐμῶν ἕξει χερῶν.φέρʼ, ἢν δὲ δὴ νῷν μὴ ἀποδέξηται λόγους;θανῇ· γαμοῦμαι δʼ ἡ τάλαινʼ ἐγὼ βίᾳ.προδότις ἂν εἴης· τὴν βίαν σκήψασʼ ἔχεις.ἀλλʼ ἁγνὸν ὅρκον σὸν κάρα κατώμοσατί φῄς; θανεῖσθαι; κοὔποτʼ ἀλλάξεις λέχη;ταὐτῷ ξίφει γε· κείσομαι δὲ σοῦ πέλας.ἐπὶ τοῖσδε τοίνυν δεξιᾶς ἐμῆς θίγε.ψαύω, θανόντος σοῦ τόδʼ ἐκλείψειν φάος.κἀγὼ στερηθεὶς σοῦ τελευτήσειν βίον.πῶς οὖν θανούμεθʼ ὥστε καὶ δόξαν λαβεῖν;τύμβου ʼπὶ νώτῳ σὲ κτανὼν ἐμὲ κτενῶ.πρῶτον δʼ ἀγῶνα μέγαν ἀγωνιούμεθαλέκτρων ὑπὲρ σῶν. ὁ δὲ θέλων ἴτω πέλας·τὸ Τρωικὸν γὰρ οὐ καταισχυνῶ κλέοςοὐδʼ Ἑλλάδʼ ἐλθὼν λήψομαι πολὺν ψόγον,ὅστις Θέτιν μὲν ἐστέρησʼ Ἀχιλλέως,Τελαμωνίου δʼ Αἴαντος εἰσεῖδον σφαγάς,τὸν Νηλέως τʼ ἄπαιδα· διὰ δὲ τὴν ἐμὴνοὐκ ἀξιώσω κατθανεῖν δάμαρτʼ ἐγώ;μάλιστά γε· εἰ γάρ εἰσιν οἱ θεοὶ σοφοί,εὔψυχον ἄνδρα πολεμίων θανόνθʼ ὕποκούφῃ καταμπίσχουσιν ἐν τύμβῳ χθονί,κακοὺς δʼ ἐφʼ ἕρμα στερεὸν ἐκβάλλουσι γῆς.ὦ θεοί, γενέσθω δή ποτʼ εὐτυχὲς γένοςτὸ Ταντάλειον καὶ μεταστήτω κακῶν.οἲ ἐγὼ τάλαινα· τῆς τύχης γὰρ ὧδʼ ἔχω.Μενέλαε, διαπεπράγμεθʼ· ἐκβαίνει δόμωνἡ θεσπιῳδὸς Θεονόη· κτυπεῖ δόμοςκλῄθρων λυθέντων. φεῦγʼ· ἀτὰρ τί φευκτέον;ἀποῦσα γάρ σε καὶ παροῦσʼ ἀφιγμένονδεῦρʼ οἶδεν· ὦ δύστηνος, ὡς ἀπωλόμην.