ἥκεις ἄελπτος ἐμποδὼν ἐμοῖς γάμοις.ἦ γὰρ γαμεῖν τις τἄμʼ ἐβουλήθη λέχη;ὕβριν θʼ ὑβρίζειν εἰς ἔμʼ, ἣν ἔτλην ἐγώ.ἰδίᾳ σθένων τις ἢ τυραννεύων χθονός;ὃς γῆς ἀνάσσει τῆσδε Πρωτέως γόνος.τόδʼ ἔστʼ ἐκεῖνʼ αἴνιγμʼ ὃ προσπόλου κλύω.ποίοις ἐπιστὰς βαρβάροις πυλώμασιν;τοῖσδʼ, ἔνθεν ὥσπερ πτωχὸς ἐξηλαυνόμην.οὔ που προσῄτεις βίοτον; ὦ τάλαινʼ ἐγώ.τοὔργον μὲν ἦν τοῦτʼ, ὄνομα δʼ οὐκ εἶχεν τόδε.πάντʼ οἶσθʼ ἄρʼ, ὡς ἔοικας, ἀμφʼ ἐμῶν γάμων.οἶδʼ· εἰ δὲ λέκτρα διέφυγες τάδʼ οὐκ ἔχω.ἄθικτον εὐνὴν ἴσθι σοι σεσῳσμένην.τίς τοῦδε πειθώ; φίλα γάρ, εἰ σαφῆ λέγεις.ὁρᾷς τάφου τοῦδʼ ἀθλίους ἕδρας ἐμάς;ὁρῶ ταλαίνας στιβάδας, ὧν τί σοὶ μέτα;ἐνταῦθα λέκτρων ἱκετεύομεν φυγάς.βωμοῦ σπανίζουσʼ ἢ νόμοισι βαρβάροις;ἐρρύεθʼ ἡμᾶς τοῦτʼ ἴσον ναοῖς θεῶν.οὐδʼ ἄρα πρὸς οἴκους ναυστολεῖν σʼ ἔξεστί μοι;ξίφος μένει σε μᾶλλον ἢ τοὐμὸν λέχος.οὕτως ἂν εἴην ἀθλιώτατος βροτῶν.μή νυν καταιδοῦ, φεῦγε δʼ ἐκ τῆσδε χθονός.λιπών σε; Τροίαν ἐξέπερσα σὴν χάριν.κρεῖσσον γὰρ ἤ σε τἄμʼ ἀποκτεῖναι λέχη.ἄνανδρά γʼ εἶπας Ἰλίου τʼ οὐκ ἄξια.οὐκ ἂν κτάνοις τύραννον, ὃ σπεύδεις ἴσως.οὕτω σιδήρῳ τρωτὸν οὐκ ἔχει δέμας;εἴσῃ. τὸ τολμᾶν δʼ ἀδύνατʼ ἀνδρὸς οὐ σοφοῦ.σιγῇ παράσχω δῆτʼ ἐμὰς δῆσαι χέρας;ἐς ἄπορον ἥκεις· δεῖ δὲ μηχανῆς τινος.δρῶντας γὰρ ἢ μὴ δρῶντας ἥδιον θανεῖν.μίʼ ἔστιν ἐλπίς, ᾗ μόνῃ σωθεῖμεν ἄν.ὠνητὸς ἢ τολμητὸς ἢ λόγων ὕπο;εἰ μὴ τύραννός σʼ ἐκπύθοιτʼ ἀφιγμένον.ἐρεῖ δὲ τίς μʼ; οὐ γνώσεταί γʼ ὅς εἰμʼ ἐγώ.ἔστʼ ἔνδον αὐτῷ ξύμμαχος θεοῖς ἴση.φήμη τις οἴκων ἐν μυχοῖς ἱδρυμένη;οὔκ, ἀλλʼ ἀδελφή· Θεονόην καλοῦσί νιν.χρηστήριον μὲν τοὔνομʼ· ὅ τι δὲ δρᾷ φράσον.